Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.222 Joseph. AJ 13.226 (English) >>Joseph. AJ 13.231

13.224 δὲ προσδέχεται προθύμως αὐτοῦ τὴν ἀξίωσιν, καὶ χρήματά τε πολλὰ καὶ τροφὴν τοῖς τὰ Δῶρα στρατιώταις πολιορκοῦσι πέμψας τὸν Ἀντίοχον ἀφθόνως ἐχορήγησεν, ὡς τῶν ἀναγκαιοτάτων αὐτῷ πρὸς ὀλίγον καιρὸν κριθῆναι φίλων. μὲν γὰρ Τρύφων ἐκ τῆς Δώρας φυγὼν εἰς Ἀπάμειαν καὶ ληφθεὶς ἐν αὐτῇ πολιορκίᾳ διεφθάρη βασιλεύσας ἔτη τρία. 13.225

δʼ Ἀντίοχος ὑπὸ πλεονεξίας καὶ φαυλότητος λήθην τῶν ἐκ Σίμωνος αὐτῷ πρὸς τὰς χρείας ὑπηρετηθέντων ἐποιήσατο, καὶ δύναμιν στρατιωτικὴν Κενδεβαίῳ παραδοὺς τῶν φίλων ἐπὶ τὴν τῆς Ἰουδαίας πόρθησιν καὶ τὴν Σίμωνος ἅλωσιν ἐξαπέστειλεν. 13.226Σίμων δʼ ἀκούσας τὴν Ἀντιόχου παρανομίαν καὶ πρεσβύτερος ὢν ἤδη ὅμως ὑπὸ τοῦ μὴ δικαίων τῶν παρʼ Ἀντιόχου γινομένων τυγχάνειν παρορμηθεὶς καὶ τῆς ἡλικίας φρόνημα κρεῖττον λαβὼν νεανικῶς ἐστρατήγει τοῦ πολέμου. 13.227καὶ τοὺς μὲν υἱεῖς μετὰ τῶν μαχιμωτέρων προεκπέμπει στρατιωτῶν, αὐτὸς δὲ κατʼ ἄλλο μέρος προῄει μετὰ τῆς δυνάμεως, καὶ πολλοὺς ἐν τοῖς φαραγγώδεσι τῶν ὀρῶν τούτους εἰς ἐνέδραν καταστήσας διαμαρτάνει μὲν οὐδεμιᾶς τῶν ἐπιχειρήσεων, κρατήσας δὲ διὰ πάσης τῶν πολεμίων ἐν εἰρήνῃ τὸν λοιπὸν διήγαγεν χρόνον, ποιησάμενος καὶ αὐτὸς πρὸς Ῥωμαίους συμμαχίαν. 13.228

Ἦρξε μὲν οὖν ὀκτὼ τὰ πάντα τῶν Ἰουδαίων ἔτη, τελευτᾷ δὲ ἐξ ἐπιβουλῆς ἐν συμποσίῳ Πτολεμαίου τοῦ γαμβροῦ ταύτην ἐπʼ αὐτὸν συστησαμένου, ὃς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς δύο παῖδας συλλαβὼν καὶ δεδεμένους ἔχων ἔπεμψεν καὶ ἐπὶ Ἰωάννην τὸν τρίτον, τούτῳ δὲ καὶ Ὑρκανὸς ἦν ὄνομα, τοὺς διαφθεροῦντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.222 Joseph. AJ 13.226 (English) >>Joseph. AJ 13.231

Powered by PhiloLogic