Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.225 Joseph. AJ 13.230 (English) >>Joseph. AJ 13.234

13.228

Ἦρξε μὲν οὖν ὀκτὼ τὰ πάντα τῶν Ἰουδαίων ἔτη, τελευτᾷ δὲ ἐξ ἐπιβουλῆς ἐν συμποσίῳ Πτολεμαίου τοῦ γαμβροῦ ταύτην ἐπʼ αὐτὸν συστησαμένου, ὃς καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς δύο παῖδας συλλαβὼν καὶ δεδεμένους ἔχων ἔπεμψεν καὶ ἐπὶ Ἰωάννην τὸν τρίτον, τούτῳ δὲ καὶ Ὑρκανὸς ἦν ὄνομα, τοὺς διαφθεροῦντας. 13.229αἰσθόμενος δὲ τοὺς ἐλθόντας νεανίσκος διαφυγὼν τὸν ἐξ αὐτῶν κίνδυνον εἰς τὴν πόλιν ἠπείγετο, θαρρῶν τῷ πλήθει διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας καὶ διὰ τὸ Πτολεμαίου τοῖς ὄχλοις μῖσος. σπουδάσαντα δὲ καὶ Πτολεμαῖον εἰσελθεῖν διʼ ἄλλης πύλης δῆμος ἀπεώσατο τὸν Ὑρκανὸν ἤδη προσδεδεγμένος. 13.230

Καὶ μὲν εἰς ἕν τι τῶν ὑπὲρ Ἱεριχοῦντος ἐρυμάτων ἀνεχώρησεν Δαγὼν λεγόμενον. ἀπολαβὼν δὲ τὴν πάτριον ἀρχιερωσύνην Ὑρκανὸς καὶ τὸν θεὸν πρώταις θυσίαις παραστησάμενος ἐπὶ τὸν Πτολεμαῖον ἐξεστράτευσεν, καὶ προσβαλὼν τῷ χωρίῳ τοῖς μὲν ἄλλοις περιῆν αὐτοῦ, ἡττᾶτο δὲ μόνῳ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ. 13.231τούτους γὰρ Πτολεμαῖος ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ἐξ ἀπόπτου ᾐκίζετο καὶ κατακρημνίσειν οὐκ ἀφισταμένου τῆς πολιορκίας ἠπείλει. δʼ ὅσον ἂν ἐνδοίη τῆς περὶ τὴν αἵρεσιν τοῦ χωρίου σπουδῆς, τοσοῦτο χαρίζεσθαι τοῖς φιλτάτοις ἡγούμενος πρὸς τὸ μὴ κακῶς πάσχειν, ἐξέλυε τὸ πρόθυμον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.225 Joseph. AJ 13.230 (English) >>Joseph. AJ 13.234

Powered by PhiloLogic