Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.230 Joseph. AJ 13.234 (English) >>Joseph. AJ 13.240

13.232 μέντοι μήτηρ ὀρέγουσα τὰς χεῖρας ἱκέτευε μὴ μαλακίζεσθαι διʼ αὐτήν, ἀλλὰ πολὺ πλέον ὀργῇ χρώμενον ἑλεῖν σπουδάσαι τὸ χωρίον καὶ τὸν ἐχθρὸν ὑπʼ αὐτῷ ποιήσαντα τιμωρῆσαι τοῖς φιλτάτοις· ἡδὺν γὰρ αὐτῇ τὸν μετʼ αἰκίας εἶναι θάνατον, εἰ δίκην ὑπόσχοι τῆς εἰς αὐτοὺς παρανομίας ταῦτα ποιῶν πολέμιος. 13.233τὸν δὲ Ὑρκανὸν ταῦτα μὲν λεγούσης τῆς μητρὸς ὁρμή τις ἐλάμβανεν πρὸς τὴν αἵρεσιν τοῦ φρουρίου, ἡνίκα δʼ αὐτὴν ἴδοι τυπτομένην καὶ σπαραττομένην, ἐξελύετο καὶ τῆς ἐπὶ τοῖς εἰς τὴν μητέρα πραττομένοις συμπαθείας ἥττων ἐγίνετο. 13.234ἑλκομένης δʼ οὕτως εἰς χρόνον τῆς πολιορκίας ἐνίσταται τὸ ἔτος ἐκεῖνο, καθʼ συμβαίνει τοὺς Ἰουδαίους ἀργεῖν· κατὰ δὲ ἑπτὰ ἔτη τοῦτο παρατηροῦσιν, ὡς ἐν ταῖς ἑβδομάσιν ἡμέραις. 13.235καὶ Πτολεμαῖος, ὑπὸ ταύτης ἀνεθεὶς τοῦ πολέμου τῆς αἰτίας ἀποκτείνει τοὺς ἀδελφοὺς τοῦ Ὑρκανοῦ καὶ τὴν μητέρα καὶ τοῦτο δράσας πρὸς Ζήνωνα φεύγει τὸν ἐπικληθέντα Κοτυλᾶν, τυραννεύοντα τῆς Φιλαδελφέων πόλεως. 13.236

Ἀντίοχος δὲ χαλεπῶς ἔχων ἐφʼ οἷς ὑπὸ Σίμωνος ἔπαθεν εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν τετάρτῳ μὲν ἔτει τῆς βασιλείας αὐτοῦ, πρώτῳ δὲ τῆς Ὑρκανοῦ ἀρχῆς, ὀλυμπιάδι ἑκατοστῇ καὶ ἑξηκοστῇ καὶ δευτέρᾳ. 13.237δῃώσας δὲ τὴν χώραν τὸν Ὑρκανὸν εἰς αὐτὴν ἐνέκλεισε τὴν πόλιν, ἣν ἑπτὰ στρατοπέδοις περιλαβὼν ἤνυσε μὲν οὐδὲν ὅλως τὸ πρῶτον διά τε τὴν τῶν τειχῶν ὀχυρότητα καὶ διʼ ἀρετὴν τῶν ἐμπολιορκουμένων ἔτι γε μὴν ὕδατος ἀπορίαν, ἧς αὐτοὺς ἀπέλυσεν ὄμβρος κατενεχθεὶς πολὺς δυομένης πλειάδος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.230 Joseph. AJ 13.234 (English) >>Joseph. AJ 13.240

Powered by PhiloLogic