Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.238 Joseph. AJ 13.244 (English) >>Joseph. AJ 13.249

13.242πέμψαντος δʼ Ὑρκανοῦ πρὸς Ἀντίοχον καὶ σπονδὰς ἡμερῶν ἑπτὰ διὰ τὴν ἑορτὴν ἀξιώσαντος γενέσθαι, τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ εἴκων σπένδεται καὶ προσέτι θυσίαν εἰσέπεμψε μεγαλοπρεπῆ, ταύρους χρυσοκέρωτας καὶ μεστὰ παντοίων ἀρωμάτων ἐκπώματα χρύσεά τε καὶ ἀργύρεα. 13.243καὶ τὴν μὲν θυσίαν δεξάμενοι παρὰ τῶν κομιζόντων οἱ πρὸς ταῖς πύλαις ὄντες ἄγουσιν εἰς τὸ ἱερόν, Ἀντίοχος δὲ τὴν στρατιὰν εἱστία, πλεῖστον Ἀντιόχου τοῦ Ἐπιφανοῦς διενέγκας, ὃς τὴν πόλιν ἑλὼν ὗς μὲν κατέθυσεν ἐπὶ τὸν βωμόν, τὸν νεὼν δὲ τῷ ζωμῷ τούτων περιέρρανε συγχέας τὰ Ἰουδαίων νόμιμα καὶ τὴν πάτριον αὐτῶν εὐσέβειαν, ἐφʼ οἷς ἐξεπολεμώθη τὸ ἔθνος καὶ ἀκαταλλάκτως εἶχεν. 13.244τοῦτον μέντοι τὸν Ἀντίοχον διʼ ὑπερβολὴν τῆς θρησκείας Εὐσεβῆ πάντες ἐκάλεσαν. 13.245

Ἀποδεξάμενος δὲ αὐτοῦ τὴν ἐπιείκειαν Ὑρκανὸς καὶ μαθὼν τὴν περὶ τὸ θεῖον σπουδὴν ἐπρεσβεύσατο πρὸς αὐτόν, ἀξιῶν τὴν πάτριον αὐτοῖς πολιτείαν ἀποδοῦναι. δὲ ἀπωσάμενος τὴν ἐπιβουλὴν τῶν μὲν παραινούντων ἐξελεῖν τὸ ἔθνος διὰ τὴν πρὸς ἄλλους αὐτῶν τῆς διαίτης ἀμιξίαν οὐκ ἐφρόντιζεν, 13.246πειθόμενος δὲ κατʼ εὐσέβειαν πάντα ποιεῖν τοῖς πρεσβευταῖς ἀπεκρίνατο, παραδοῦναι μὲν τὰ ὅπλα τοὺς πολιορκουμένους καὶ δασμὸν αὐτῷ τελεῖν Ἰόππης καὶ τῶν ἄλλων πόλεων πάρεξ τῆς Ἰουδαίας φρουράν τε δεξαμένους ἐπὶ τούτοις ἀπηλλάχθαι τοῦ πολέμου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.238 Joseph. AJ 13.244 (English) >>Joseph. AJ 13.249

Powered by PhiloLogic