Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.244 Joseph. AJ 13.250 (English) >>Joseph. AJ 13.255

13.247οἱ δὲ τἆλλα μὲν ὑπομένειν, τὴν δὲ φρουρὰν οὐχ ὡμολόγουν διὰ τὴν ἀμιξίαν οὐκ ἐφικνούμενοι πρὸς ἄλλους. ἀντὶ μέντοι γε τῆς φρουρᾶς ὁμήρους ἐδίδοσαν καὶ τάλαντα ἀργυρίου πεντακόσια, ὧν εὐθὺς τὰ τριακόσια καὶ τοὺς ὁμήρους προσδεξαμένου τοῦ βασιλέως ἔδοσαν, ἐν οἷς ἦν καὶ Ὑρκανοῦ ἀδελφός, καθεῖλεν δὲ καὶ τὴν στεφάνην τῆς πόλεως. 13.248ἐπὶ τούτοις μὲν οὖν Ἀντίοχος τὴν πολιορκίαν λύσας ἀνεχώρησεν. 13.249

Ὑρκανὸς δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς πλούτῳ τούς ποτε βασιλεῖς ὑπερέβαλεν, τρισχίλια μὲν ἀργυρίου τάλαντα ἐξεκόμισεν, ὁρμώμενος δʼ ὑπὸ τούτων πρῶτος Ἰουδαίων ξενοτροφεῖν ἤρξατο. 13.250γίνεται δʼ αὐτῷ καὶ πρὸς Ἀντίοχον φιλία καὶ συμμαχία, καὶ δεξάμενος αὐτὸν εἰς τὴν πόλιν ἀφθόνως πάντα τῇ στρατιᾷ καὶ φιλοτίμως παρέσχεν. καὶ ποιουμένῳ τὴν ἐπὶ Πάρθους αὐτῷ στρατείαν συνεξώρμησεν Ὑρκανός. μάρτυς δὲ τούτων ἡμῖν ἐστιν καὶ Νικόλαος Δαμασκηνὸς οὕτως ἱστορῶν· 13.251τρόπαιον δὲ στήσας Ἀντίοχος ἐπὶ τῷ Λύκῳ ποταμῷ νικήσας Ἰνδάτην τὸν Πάρθων στρατηγὸν αὐτόθι ἔμεινεν ἡμέρας δύο δεηθέντος Ὑρκανοῦ τοῦ Ἰουδαίου διά τινα ἑορτὴν πάτριον, ἐν τοῖς Ἰουδαίοις οὐκ ἦν νόμιμον ἐξοδεύειν.” καὶ ταῦτα μὲν οὐ ψεύδεται λέγων· 13.252ἐνέστη γὰρ πεντηκοστὴ ἑορτὴ μετὰ τὸ σάββατον, οὐκ ἔξεστι δʼ ἡμῖν οὔτε τοῖς σαββάτοις οὔτʼ ἐν τῇ ἑορτῇ ὁδεύειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.244 Joseph. AJ 13.250 (English) >>Joseph. AJ 13.255

Powered by PhiloLogic