Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.264 Joseph. AJ 13.270 (English) >>Joseph. AJ 13.274

13.268τοῦ δὲ Πτολεμαίου πέμψαντος Ἀλέξανδρον μετὰ στρατιᾶς τὸν Ζεβίναν ἐπιλεγόμενον καὶ μάχης πρὸς τὸν Δημήτριον γενομένης, μὲν ἡττηθεὶς τῇ μάχῃ φεύγει πρὸς Κλεοπάτραν τὴν γυναῖκα εἰς Πτολεμαΐδα καὶ μὴ δεξαμένης αὐτὸν τῆς γυναικὸς ἐκεῖθεν ἀπελθὼν εἰς Τύρον ἁλίσκεται καὶ πολλὰ παθὼν ὑπὸ τῶν μισούντων ἀπέθανεν. 13.269Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανὸν τὸν ἀρχιερέα. ἔπειτα πολεμήσαντος αὐτῷ τοῦ Δημητρίου παιδὸς Ἀντιόχου τοῦ Γρυποῦ ἐπικληθέντος, ἡττηθεὶς τῇ μάχῃ διαφθείρεται. 13.270

Παραλαβὼν δὲ τὴν τῆς Συρίας βασιλείαν Ἀντίοχος ἐπὶ μὲν τὴν Ἰουδαίαν στρατεύειν εὐλαβὴς ἦν τὸν ἀδελφὸν ἀκούων τὸν ὁμομήτριον, Ἀντίοχος δὲ κἀκεῖνος ἐκαλεῖτο, δύναμιν ἐπʼ αὐτὸν ἀπὸ Κυζίκου συλλέγειν. 13.271μένων δὲ κατὰ χώραν ἔγνω παρασκευάζειν αὑτὸν πρὸς τὴν ἔφοδον τὴν τἀδελφοῦ, ὃς Κυζικηνὸς μὲν ἐπεκλήθη διὰ τὸ τραφῆναι ἐν ταύτῃ τῇ πόλει, πατρὸς δʼ ἦν Ἀντιόχου τοῦ Σωτῆρος ἐπικληθέντος, ὃς ἐν Πάρθοις ἀπέθανεν· οὗτος δὲ ἀδελφὸς ἦν Δημητρίου τοῦ Γρυποῦ πατρός. συνέβη μέντοι μίαν τοῖς δυσὶν ἀδελφοῖς γῆμαι Κλεοπάτραν, ὡς καὶ ἐν ἄλλοις ἱστορήκαμεν. 13.272 δὲ Κυζικηνὸς Ἀντίοχος παραγενόμενος εἰς τὴν Συρίαν πολλοῖς ἔτεσιν πρὸς τὸν ἀδελφὸν πολεμῶν διετέλει. Ὑρκανὸς δὲ πάντα ἐκεῖνον τὸν χρόνον ἐν εἰρήνῃ διῆγεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.264 Joseph. AJ 13.270 (English) >>Joseph. AJ 13.274

Powered by PhiloLogic