13.273καὶ γὰρ αὐτὸς μετὰ τὴν Ἀντιόχου τελευτὴν τῶν Μακεδόνων ἀπέστη καὶ οὔτε ὡς ὑπήκοος οὔτε ὡς φίλος αὐτοῖς οὐδὲν ἔτι παρεῖχεν, ἀλλʼ ἦν αὐτῷ τὰ πράγματα ἐν ἐπιδόσει πολλῇ καὶ ἀκμῇ κατὰ τοὺς Ἀλεξάνδρου τοῦ Ζαβιναίου καιρούς, καὶ μάλιστʼ ἐπὶ τούτοις τοῖς ἀδελφοῖς. ὁ γὰρ πρὸς ἀλλήλους αὐτοῖς πόλεμος σχολὴν Ὑρκανῷ καρποῦσθαι τὴν Ἰουδαίαν ἐπʼ ἀδείας παρεῖχεν, ὡς ἄπειρόν τι χρημάτων πλῆθος συναγαγεῖν.
13.274τοῦ μέντοι γε Κυζικηνοῦ τὴν γῆν κακοῦντος φανερῶς καὶ αὐτὸς τὴν αὐτοῦ προαίρεσιν ἐπεδείκνυτο, καὶ τῶν ἀπʼ Αἰγύπτου συμμάχων ἔρημον ὁρῶν τὸν Ἀντίοχον καὶ αὐτόν τε πράττοντα κακῶς καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐν τοῖς πρὸς ἀλλήλους ἀγῶσιν, ἀμφοτέρων κατεφρόνησεν.
13.275
Καὶ στρατεύει μὲν ἐπὶ Σαμάρειαν πόλιν ὀχυρωτάτην, περὶ ἧς, ὅτι καλεῖται νῦν Σεβαστὴ κτισθεῖσα ὑπὸ Ἡρώδου, κατὰ χώραν δηλώσομεν. προσβαλὼν δʼ αὐτῇ φιλοπόνως ἐπολιόρκει μισοπονηρῶν τοῖς Σαμαρεῦσιν ὑπὲρ ὧν Μαρισηνοὺς ἀποίκους ὄντας Ἰουδαίων καὶ συμμάχους ἠδίκησαν ὑπακούοντες τοῖς τῶν Σύρων βασιλεῦσιν.
13.276περιβαλὼν οὖν τάφρον πανταχόθεν τῇ πόλει καὶ διπλοῦν τεῖχος ὡς ἀπὸ σταδίων ὀγδοήκοντα τοὺς υἱοὺς ἐφίστησιν Ἀντίγονον καὶ Ἀριστόβουλον. ὧν ἐπικειμένων εἰς τοῦτο ἀνάγκης ὑπὸ λιμοῦ προαχθῆναι τοὺς Σαμαρεῖς συνέπεσεν, ὡς ἅψασθαι μὲν καὶ τῶν ἀήθων, ἐπικαλέσασθαι δὲ βοηθὸν Ἀντίοχον τὸν Κυζικηνόν.