Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.22 Joseph. AJ 13.28 (English) >>Joseph. AJ 13.33

13.26 δὲ Ἰωνάθης σὺν τἀδελφῷ καὶ τοῖς ἑταίροις εἰς Βηθαλαγὰν ἀναχωρεῖ κώμην οὖσαν ἐν τῇ ἐρήμῳ φοβηθεὶς τὸν Βακχίδην, καὶ οἰκοδομήσας πύργους καὶ τείχη περιβαλόμενος αὑτὸν ἔσχεν ἀσφαλῶς πεφρουρημένον. 13.27Βακχίδης δὲ ταῦτʼ ἀκούσας τήν τε μεθʼ ἑαυτοῦ στρατιὰν ἄγων καὶ τῶν Ἰουδαίων τοὺς συμμάχους παραλαβὼν ἐπὶ τὸν Ἰωνάθην ἧκεν, καὶ προσβαλὼν αὐτοῦ τοῖς ὀχυρώμασιν ἐπὶ πολλὰς αὐτὸν ἡμέρας ἐπολιόρκει. 13.28 δὲ πρὸς τὴν σπουδὴν τῆς πολιορκίας οὐκ ἐνδίδωσιν, ἀλλὰ καρτερῶς ἀντιστὰς Σίμωνα μὲν τὸν ἀδελφὸν ἐν τῇ πόλει καταλείπει τῷ Βακχίδῃ πολεμήσοντα, λάθρα δʼ αὐτὸς εἰς τὴν χώραν ἐξελθὼν καὶ συναγαγὼν χεῖρα πολλὴν παρὰ τῶν τὰ αὐτοῦ φρονούντων νυκτὸς ἐπιπίπτει τῷ τοῦ Βακχίδου στρατοπέδῳ καὶ συχνοὺς αὐτῶν διαφθείρας φανερὸς καὶ τἀδελφῷ Σίμωνι γίνεται τοῖς ἐχθροῖς ἐπιπεσών. 13.29καὶ γὰρ οὗτος αἰσθόμενος ὑπʼ αὐτοῦ κτεινομένους τοὺς πολεμίους ἐπέξεισιν αὐτοῖς, καὶ τά τε μηχανήματα τὰ πρὸς τὴν πολιορκίαν ἐνέπρησε τῶν Μακεδόνων καὶ φόνον αὐτῶν ἱκανὸν εἰργάσατο. 13.30θεασάμενος δʼ αὑτὸν Βακχίδης ὑπὸ τῶν ἐχθρῶν ἀπειλημμένον καὶ τοὺς μὲν ἔμπροσθεν αὐτῶν τοὺς δʼ ὄπισθεν προσκειμένους, εἰς ἀθυμίαν ἅμα καὶ ταραχὴν τῆς διανοίας ἐνέπεσεν τῷ παρʼ ἐλπίδας ἀποβάντι τῆς πολιορκίας συγχυθείς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.22 Joseph. AJ 13.28 (English) >>Joseph. AJ 13.33

Powered by PhiloLogic