Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.284 Joseph. AJ 13.290 (English) >>Joseph. AJ 13.295

13.288

Ὑρκανῷ δὲ φθόνον ἐκίνησεν παρὰ τῶν Ἰουδαίων εὐπραγία, μάλιστα δʼ οἱ Φαρισαῖοι κακῶς πρὸς αὐτὸν εἶχον, αἵρεσις ὄντες μία τῶν Ἰουδαίων, ὡς καὶ ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοσαύτην δὲ ἔχουσι τὴν ἰσχὺν παρὰ τῷ πλήθει, ὡς καὶ κατὰ βασιλέως τι λέγοντες καὶ κατʼ ἀρχιερέως εὐθὺς πιστεύεσθαι. 13.289μαθητὴς δὲ αὐτῶν ἦν καὶ Ὑρκανὸς καὶ σφόδρα ὑπʼ αὐτῶν ἠγαπᾶτο. καὶ δὴ καλέσας αὐτοὺς ἐφʼ ἑστίασιν καὶ φιλοφρόνως ὑποδεξάμενος, ἐπεὶ σφόδρα ἡδομένους ἑώρα, λέγειν ἤρξατο πρὸς αὐτούς, ὡς ἴσασιν μὲν αὐτὸν βουλόμενον εἶναι δίκαιον καὶ πάντα ποιοῦντα ἐξ ὧν ἀρέσειεν ἂν τῷ θεῷ καὶ αὐτοῖς· 13.290οἱ γὰρ Φαρισαῖοι φιλοσοφοῦσιν· ἠξίου γε μήν, εἰ βλέπουσιν αὐτὸν ἁμαρτάνοντα καὶ τῆς ὁδοῦ τῆς δικαίας ἐκτρεπόμενον εἰς αὐτὴν ἐπαναγαγεῖν καὶ ἐπανορθοῦν. τῶν δὲ μαρτυρησάντων αὐτῷ πᾶσαν ἀρετὴν μὲν ἥσθη τοῖς ἐπαίνοις, 13.291εἷς δέ τις τῶν κατακειμένων Ἐλεάζαρος ὄνομα, κακοήθης ὢν φύσει καὶ στάσει χαίρωνἐπεί, φησίν, ἠξίωσας γνῶναι τὴν ἀλήθειαν, θέλεις δὲ εἶναι δίκαιος, τὴν ἀρχιερωσύνην ἀπόθου, καὶ μόνον ἀρκείτω σοι τὸ ἄρχειν τοῦ λαοῦ.” τὴν δʼ αἰτίαν αὐτοῦ πυθομένου, 13.292διʼ ἣν ἀποθοῖτο τὴν ἀρχιερωσύνηνὅτι, φησίν, ἀκούομεν παρὰ τῶν πρεσβυτέρων αἰχμάλωτόν σου γεγονέναι τὴν μητέρα βασιλεύοντος Ἀντιόχου τοῦ Ἐπιφανοῦς.” ψευδὴς λόγος ἦν· καὶ πρὸς αὐτὸν Ὑρκανὸς παρωξύνθη καὶ πάντες δʼ οἱ Φαρισαῖοι σφοδρῶς ἠγανάκτησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.284 Joseph. AJ 13.290 (English) >>Joseph. AJ 13.295

Powered by PhiloLogic