Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.24 Joseph. AJ 13.30 (English) >>Joseph. AJ 13.36

13.28 δὲ πρὸς τὴν σπουδὴν τῆς πολιορκίας οὐκ ἐνδίδωσιν, ἀλλὰ καρτερῶς ἀντιστὰς Σίμωνα μὲν τὸν ἀδελφὸν ἐν τῇ πόλει καταλείπει τῷ Βακχίδῃ πολεμήσοντα, λάθρα δʼ αὐτὸς εἰς τὴν χώραν ἐξελθὼν καὶ συναγαγὼν χεῖρα πολλὴν παρὰ τῶν τὰ αὐτοῦ φρονούντων νυκτὸς ἐπιπίπτει τῷ τοῦ Βακχίδου στρατοπέδῳ καὶ συχνοὺς αὐτῶν διαφθείρας φανερὸς καὶ τἀδελφῷ Σίμωνι γίνεται τοῖς ἐχθροῖς ἐπιπεσών. 13.29καὶ γὰρ οὗτος αἰσθόμενος ὑπʼ αὐτοῦ κτεινομένους τοὺς πολεμίους ἐπέξεισιν αὐτοῖς, καὶ τά τε μηχανήματα τὰ πρὸς τὴν πολιορκίαν ἐνέπρησε τῶν Μακεδόνων καὶ φόνον αὐτῶν ἱκανὸν εἰργάσατο. 13.30θεασάμενος δʼ αὑτὸν Βακχίδης ὑπὸ τῶν ἐχθρῶν ἀπειλημμένον καὶ τοὺς μὲν ἔμπροσθεν αὐτῶν τοὺς δʼ ὄπισθεν προσκειμένους, εἰς ἀθυμίαν ἅμα καὶ ταραχὴν τῆς διανοίας ἐνέπεσεν τῷ παρʼ ἐλπίδας ἀποβάντι τῆς πολιορκίας συγχυθείς. 13.31τὸν μέντοι γε ὑπὲρ τούτων θυμὸν εἰς τοὺς φυγάδας, οἳ μετεπέμψαντο παρὰ τοῦ βασιλέως αὐτόν, ἀπέσκηψεν ὡς ἐξηπατηκότας, ἐβούλετο δὲ τελευτήσας τὴν πολιορκίαν, εἰ δυνατόν, εὐπρεπῶς εἰς τὴν οἰκείαν ὑποστρέψαι. 13.32

Μαθὼν δʼ αὐτοῦ τὴν διάνοιαν Ἰωνάθης πρεσβεύεται πρὸς αὐτὸν περὶ φιλίας καὶ συμμαχίας, ὅπως ἀποδῶσιν ἀλλήλοις οὓς εἰλήφασιν αἰχμαλώτους ἑκάτεροι. 13.33νομίσας δὲ ταύτην εὐπρεπεστάτην Βακχίδης τὴν ἀναχώρησιν σπένδεται πρὸς τὸν Ἰωνάθην φιλίαν, καὶ ὤμοσαν μὴ στρατεύσειν ἔτι κατʼ ἀλλήλων, καὶ τούς τε αἰχμαλώτους ἀποδοὺς καὶ τοὺς οἰκείους κομισάμενος ὑπέστρεψεν εἰς Ἀντιόχειαν πρὸς τὸν βασιλέα καὶ μετὰ ταύτην τὴν ἀναχώρησιν οὐκέτι εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.24 Joseph. AJ 13.30 (English) >>Joseph. AJ 13.36

Powered by PhiloLogic