13.298καὶ περὶ τούτων ζητήσεις αὐτοῖς καὶ διαφορὰς γίνεσθαι συνέβαινεν μεγάλας, τῶν μὲν Σαδδουκαίων τοὺς εὐπόρους μόνον πειθόντων τὸ δὲ δημοτικὸν οὐχ ἑπόμενον αὐτοῖς ἐχόντων, τῶν δὲ Φαρισαίων τὸ πλῆθος σύμμαχον ἐχόντων. ἀλλὰ περὶ μὲν τούτων τῶν δύο καὶ τῶν Ἐσσηνῶν ἐν τῇ δευτέρᾳ μου τῶν Ἰουδαϊκῶν ἀκριβῶς δεδήλωται.
13.299
Ὑρκανὸς δὲ παύσας τὴν στάσιν καὶ μετʼ αὐτὴν βιώσας εὐδαιμόνως καὶ τὴν ἀρχὴν διοικησάμενος ἄριστον τρόπον ἔτεσιν ἑνὶ καὶ τριάκοντα τελευτᾷ καταλιπὼν υἱοὺς πέντε, τριῶν τῶν μεγίστων ἄξιος ὑπὸ τοῦ θεοῦ κριθείς, ἀρχῆς τοῦ ἔθνους καὶ τῆς ἀρχιερατικῆς τιμῆς καὶ προφητείας·
13.300συνῆν γὰρ αὐτῷ τὸ θεῖον καὶ τὴν τῶν μελλόντων πρόγνωσιν παρεῖχεν αὐτῷ τε εἰδέναι καὶ προλέγειν οὕτως, ὥστε καὶ περὶ τῶν δύο τῶν πρεσβυτέρων παίδων ὅτι μὴ μενοῦσιν τῶν πραγμάτων κύριοι προεῖπεν. ὧν τὴν καταστροφὴν εἰς τὸ μαθεῖν ὅσον τῆς τοῦ πατρὸς ὑπέβησαν εὐτυχίας ἄξιον ἀφηγήσασθαι.
13.301
Τελευτήσαντος γὰρ αὐτοῖς τοῦ πατρὸς ὁ πρεσβύτατος Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μεταθεῖναι δόξας, ἔκρινεν γὰρ οὕτω, διάδημα πρῶτος ἐπιτίθεται μετὰ τετρακοσίων ἀριθμὸν ἐτῶν καὶ ὀγδοήκοντα καὶ ἑνὸς καὶ μηνῶν τριῶν ἀφʼ οὗ τῆς ὑπὸ Βαβυλωνίοις δουλείας ἀπαλλαγεὶς ὁ λαὸς εἰς τὴν οἰκείαν κατῆλθεν.