Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.298 Joseph. AJ 13.302 (English) >>Joseph. AJ 13.306

13.300συνῆν γὰρ αὐτῷ τὸ θεῖον καὶ τὴν τῶν μελλόντων πρόγνωσιν παρεῖχεν αὐτῷ τε εἰδέναι καὶ προλέγειν οὕτως, ὥστε καὶ περὶ τῶν δύο τῶν πρεσβυτέρων παίδων ὅτι μὴ μενοῦσιν τῶν πραγμάτων κύριοι προεῖπεν. ὧν τὴν καταστροφὴν εἰς τὸ μαθεῖν ὅσον τῆς τοῦ πατρὸς ὑπέβησαν εὐτυχίας ἄξιον ἀφηγήσασθαι. 13.301

Τελευτήσαντος γὰρ αὐτοῖς τοῦ πατρὸς πρεσβύτατος Ἀριστόβουλος τὴν ἀρχὴν εἰς βασιλείαν μεταθεῖναι δόξας, ἔκρινεν γὰρ οὕτω, διάδημα πρῶτος ἐπιτίθεται μετὰ τετρακοσίων ἀριθμὸν ἐτῶν καὶ ὀγδοήκοντα καὶ ἑνὸς καὶ μηνῶν τριῶν ἀφʼ οὗ τῆς ὑπὸ Βαβυλωνίοις δουλείας ἀπαλλαγεὶς λαὸς εἰς τὴν οἰκείαν κατῆλθεν. 13.302στέργων δὲ τῶν ἀδελφῶν τὸν μετʼ αὐτὸν Ἀντίγονον τοῦτον μὲν τῶν ὁμοίων ἠξίου, τοὺς δὲ ἄλλους εἶχεν ἐν δεσμοῖς. εἶρξε δὲ καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν, ἐκείνην γὰρ Ὑρκανὸς τῶν ὅλων κυρίαν καταλείπει, καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστʼ αὐτὴν καὶ λιμῷ διέφθειρεν δεδεμένην. 13.303προστίθησιν δὲ τῇ μητρὶ καὶ τὸν ἀδελφὸν Ἀντίγονον, ὃν στέργειν ἐδόκει μάλιστα καὶ κοινωνὸν εἶχεν τῆς βασιλείας, ἐκ διαβολῶν ἀπαλλοτριωθεὶς πρὸς αὐτόν, αἷς τὸ μὲν πρῶτον οὐκ ἐπίστευεν, τὰ μὲν ὑπὸ τοῦ φιλεῖν αὐτὸν οὐ προσέχων τοῖς λεγομένοις, τὰ δὲ καὶ φθονούμενον ἡγούμενος διαβάλλεσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.298 Joseph. AJ 13.302 (English) >>Joseph. AJ 13.306

Powered by PhiloLogic