Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.300 Joseph. AJ 13.304 (English) >>Joseph. AJ 13.308

13.302στέργων δὲ τῶν ἀδελφῶν τὸν μετʼ αὐτὸν Ἀντίγονον τοῦτον μὲν τῶν ὁμοίων ἠξίου, τοὺς δὲ ἄλλους εἶχεν ἐν δεσμοῖς. εἶρξε δὲ καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν, ἐκείνην γὰρ Ὑρκανὸς τῶν ὅλων κυρίαν καταλείπει, καὶ μέχρι τοσαύτης ὠμότητος προῆλθεν, ὥστʼ αὐτὴν καὶ λιμῷ διέφθειρεν δεδεμένην. 13.303προστίθησιν δὲ τῇ μητρὶ καὶ τὸν ἀδελφὸν Ἀντίγονον, ὃν στέργειν ἐδόκει μάλιστα καὶ κοινωνὸν εἶχεν τῆς βασιλείας, ἐκ διαβολῶν ἀπαλλοτριωθεὶς πρὸς αὐτόν, αἷς τὸ μὲν πρῶτον οὐκ ἐπίστευεν, τὰ μὲν ὑπὸ τοῦ φιλεῖν αὐτὸν οὐ προσέχων τοῖς λεγομένοις, τὰ δὲ καὶ φθονούμενον ἡγούμενος διαβάλλεσθαι. 13.304τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθʼ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατʼ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι, 13.305τοὺς δὲ πονηροὺς καὶ διαστῆσαι τὴν ὁμόνοιαν αὐτῶν ἐσπουδακότας ἀφορμῇ χρησαμένους τῇ τε περὶ τὴν πομπὴν τοῦ Ἀντιγόνου φιλοτιμίᾳ καὶ τοῖς ὑπʼ αὐτοῦ κατωρθωμένοις ἐλθεῖν πρὸς τὸν βασιλέα καὶ κακοήθως ἐπὶ τὸ μεῖζον ἐξαίρειν τὰ περὶ τὴν πομπὴν τὴν ἐν τῇ ἑορτῇ,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.300 Joseph. AJ 13.304 (English) >>Joseph. AJ 13.308

Powered by PhiloLogic