Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.302 Joseph. AJ 13.306 (English) >>Joseph. AJ 13.310

13.304τοῦ δὲ Ἀντιγόνου ποτὲ λαμπρῶς ἀπὸ στρατείας ἐπανελθόντος καὶ τῆς ἑορτῆς, καθʼ ἣν σκηνοπηγοῦσιν τῷ θεῷ, κατʼ ἐκεῖνον τὸν καιρὸν ἐνστάσης, ἔτυχεν τὸν μὲν Ἀριστόβουλον εἰς νόσον καταπεσεῖν, τὸν δὲ Ἀντίγονον ἐπιτελοῦντα τὴν ἑορτὴν ἀναβῆναι λαμπρῶς σφόδρα κεκοσμημένον μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν εἰς τὸ ἱερὸν καὶ τὰ πλείω περὶ τῆς σωτηρίας τἀδελφοῦ εὔχεσθαι, 13.305τοὺς δὲ πονηροὺς καὶ διαστῆσαι τὴν ὁμόνοιαν αὐτῶν ἐσπουδακότας ἀφορμῇ χρησαμένους τῇ τε περὶ τὴν πομπὴν τοῦ Ἀντιγόνου φιλοτιμίᾳ καὶ τοῖς ὑπʼ αὐτοῦ κατωρθωμένοις ἐλθεῖν πρὸς τὸν βασιλέα καὶ κακοήθως ἐπὶ τὸ μεῖζον ἐξαίρειν τὰ περὶ τὴν πομπὴν τὴν ἐν τῇ ἑορτῇ, 13.306καὶ ὡς οὐ κατʼ ἰδιώτην ἕκαστον ἦν τῶν γινομένων, ἀλλὰ φρονήματος ἔνδειξιν ἔχειν βασιλικοῦ τὰ πραττόμενα, καὶ ὡς κτείνειν αὐτὸν μέλλοι μετὰ στίφους ἐληλυθὼς καρτεροῦ, λογιζόμενον εὐήθως αὐτὸν βασιλεύειν ἐνὸν τιμῆς μεταλαμβάνοντα δοκεῖν μεγάλων τυγχάνειν. 13.307

Ἀριστόβουλος δὲ τούτοις ἄκων πειθόμενος καὶ τοῦ ἀνύποπτος εἶναι τἀδελφῷ προνοῶν καὶ τῆς ἀσφαλείας ἅμα φροντίζων, διίστησι τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογείων ἀφωτίστῳ, κατέκειτο δὲ ἐν τῇ βάρει μετονομασθείσῃ δὲ Ἀντωνίᾳ, καὶ προσέταξεν ἀνόπλου μὲν ἅπτεσθαι μηδένα, κτείνειν δὲ τὸν Ἀντίγονον, ἂν ὡπλισμένος πρὸς αὐτὸν εἰσίῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.302 Joseph. AJ 13.306 (English) >>Joseph. AJ 13.310

Powered by PhiloLogic