Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.307 Joseph. AJ 13.312 (English) >>Joseph. AJ 13.317

13.310διέδειξέν γε μὴν τούτου θάνατος, ὅτι μηδὲν μήτε φθόνου μήτε διαβολῆς ἰσχυρότερον, μηδʼ τι μᾶλλον εὔνοιαν καὶ φυσικὴν οἰκειότητα διίστησιν, ταῦτα τὰ πάθη. 13.311μάλιστα δʼ ἄν τις θαυμάσειεν καὶ Ἰούδαν τινά, Ἐσσηνὸν μὲν τὸ γένος, οὐδέποτε δʼ ἐν οἷς προεῖπεν διαψευσάμενον τἀληθές· οὗτος γὰρ ἰδὼν τὸν Ἀντίγονον παριόντα τὸ ἱερὸν ἀνεβόησεν ἐν τοῖς ἑταίροις αὐτοῦ καὶ γνωρίμοις, οἳ διδασκαλίας ἕνεκα τοῦ προλέγειν τὰ μέλλοντα παρέμενον, 13.312ὡς ἀποθανεῖν αὐτῷ καλὸν διεψευσμένῳ ζῶντος Ἀντιγόνου, ὃν σήμερον τεθνήξεσθαι προειπὼν ἐν τῷ καλουμένῳ Στράτωνος πύργῳ περιόντα ὁρᾷ, καὶ τοῦ μὲν χωρίου περὶ σταδίους ἀπέχοντος νῦν ἑξακοσίους, ὅπου φονευθήσεσθαι προεῖπεν αὐτόν, τῆς δʼ ἡμέρας ἤδη τὸ πλεῖστον ἠνυσμένον, ὥστʼ αὐτῷ κινδυνεύειν τὸ μάντευμα ψεῦδος εἶναι. 13.313ταῦτʼ οὖν λέγοντος αὐτοῦ καὶ κατηφοῦντος ἀγγέλλεται τεθνεὼς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος, ὁμώνυμον τῇ παραλίῳ Καισαρείᾳ. τὸν μὲν οὖν μάντιν τοῦτο διετάραξεν. 13.314

Ἀριστόβουλον δὲ τῆς ἀδελφοκτονίας εὐθὺς εἰσῆλθεν μετάνοια καὶ νόσος ἐπʼ αὐτῇ τῆς διανοίας ὑπὸ τοῦ μύσους κεκακωμένης, ὡς διαφθαρέντων αὐτῷ ὑπὸ ἀκράτου τῆς ὀδύνης τῶν ἐντὸς αἷμα ἀναφέρειν. τῶν διακονουμένων τις παίδων κατὰ δαιμόνιον οἶμαι πρόνοιαν εἰς τὸν αὐτὸν τόπον, οὗ σφαγέντος Ἀντιγόνου σπίλους ἔτι τοῦ αἵματος ἐκείνου συνέβαινεν εἶναι, κομίζων ὀλισθὼν ἐξέχεεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.307 Joseph. AJ 13.312 (English) >>Joseph. AJ 13.317

Powered by PhiloLogic