Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.309 Joseph. AJ 13.314 (English) >>Joseph. AJ 13.319

13.312ὡς ἀποθανεῖν αὐτῷ καλὸν διεψευσμένῳ ζῶντος Ἀντιγόνου, ὃν σήμερον τεθνήξεσθαι προειπὼν ἐν τῷ καλουμένῳ Στράτωνος πύργῳ περιόντα ὁρᾷ, καὶ τοῦ μὲν χωρίου περὶ σταδίους ἀπέχοντος νῦν ἑξακοσίους, ὅπου φονευθήσεσθαι προεῖπεν αὐτόν, τῆς δʼ ἡμέρας ἤδη τὸ πλεῖστον ἠνυσμένον, ὥστʼ αὐτῷ κινδυνεύειν τὸ μάντευμα ψεῦδος εἶναι. 13.313ταῦτʼ οὖν λέγοντος αὐτοῦ καὶ κατηφοῦντος ἀγγέλλεται τεθνεὼς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος, ὁμώνυμον τῇ παραλίῳ Καισαρείᾳ. τὸν μὲν οὖν μάντιν τοῦτο διετάραξεν. 13.314

Ἀριστόβουλον δὲ τῆς ἀδελφοκτονίας εὐθὺς εἰσῆλθεν μετάνοια καὶ νόσος ἐπʼ αὐτῇ τῆς διανοίας ὑπὸ τοῦ μύσους κεκακωμένης, ὡς διαφθαρέντων αὐτῷ ὑπὸ ἀκράτου τῆς ὀδύνης τῶν ἐντὸς αἷμα ἀναφέρειν. τῶν διακονουμένων τις παίδων κατὰ δαιμόνιον οἶμαι πρόνοιαν εἰς τὸν αὐτὸν τόπον, οὗ σφαγέντος Ἀντιγόνου σπίλους ἔτι τοῦ αἵματος ἐκείνου συνέβαινεν εἶναι, κομίζων ὀλισθὼν ἐξέχεεν. 13.315γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων ὡς τοῦ παιδὸς ἐξεπίτηδες ἐκχέαντος ἐκεῖ τὸ αἷμα, ἀκούσας Ἀριστόβουλος τὴν αἰτίαν ἐπύθετο, καὶ μὴ λεγόντων ἔτι μᾶλλον ἐπετείνετο μαθεῖν, φύσει τῶν ἀνθρώπων ὑπονοούντων ἐν τοῖς τοιούτοις εἶναι χείρονα τὰ σιγώμενα. 13.316ὡς δʼ ἀπειλοῦντος καὶ βιαζομένου τοῖς φόβοις τἀληθὲς εἶπον, προχεῖται μὲν αὐτῷ πληγέντι τὴν διάνοιαν ὑπὸ τοῦ συνειδότος πολλὰ δάκρυα, βύθιον δὲ ἀνοιμώξας, “οὐκ ἄρʼ, εἶπεν, λήσειν ἐπʼ ἀσεβέσιν οὕτω καὶ μιαροῖς τολμήμασι τὸν θεὸν ἔμελλον, ἀλλά με ταχεῖα ποινὴ συγγενοῦς φόνου μετελήλυθεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.309 Joseph. AJ 13.314 (English) >>Joseph. AJ 13.319

Powered by PhiloLogic