Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.313 Joseph. AJ 13.318 (English) >>Joseph. AJ 13.323

13.316ὡς δʼ ἀπειλοῦντος καὶ βιαζομένου τοῖς φόβοις τἀληθὲς εἶπον, προχεῖται μὲν αὐτῷ πληγέντι τὴν διάνοιαν ὑπὸ τοῦ συνειδότος πολλὰ δάκρυα, βύθιον δὲ ἀνοιμώξας, “οὐκ ἄρʼ, εἶπεν, λήσειν ἐπʼ ἀσεβέσιν οὕτω καὶ μιαροῖς τολμήμασι τὸν θεὸν ἔμελλον, ἀλλά με ταχεῖα ποινὴ συγγενοῦς φόνου μετελήλυθεν. 13.317καὶ μέχρι τίνος, σῶμα ἀναιδέστατον, ψυχὴν ὀφειλομένην ἀδελφοῦ καὶ μητρὸς καθέξεις δαίμοσιν; τί δʼ οὐκ ἀθρόαν αὐτὴν ταύτην ἀποδίδως, κατὰ μέρος 13.318δʼ ἐπισπένδω τοὐμὸν αἷμα τοῖς μιαιφονηθεῖσιν;” ταῦτʼ εἰπὼν ἐπαποθνήσκει τοῖς λόγοις βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δʼ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν. 13.319φύσει δʼ ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως· “ἐπιεικής τε ἐγένετο οὗτος ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.” 13.320

Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθʼ ἡλικίαν προύχοντα καὶ μετριότητα,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.313 Joseph. AJ 13.318 (English) >>Joseph. AJ 13.323

Powered by PhiloLogic