Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.317 Joseph. AJ 13.322 (English) >>Joseph. AJ 13.327

13.320

Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθʼ ἡλικίαν προύχοντα καὶ μετριότητα, 13.321 καὶ συνέβη γεννηθέντι εὐθὺς μισηθῆναι ὑπὸ τοῦ πατρὸς καὶ μέχρι τῆς τελευτῆς αὐτοῦ μηκέτι εἰς ὄψιν ἀφικέσθαι. τὸ δʼ αἴτιον τοῦ μίσους τοιόνδε λέγεται γενέσθαι· 13.322στέργων μάλιστα τῶν παίδων Ὑρκανὸς τοὺς πρεσβυτέρους Ἀντίγονον καὶ Ἀριστόβουλον φανέντα κατὰ τοὺς ὕπνους αὐτῷ τὸν θεὸν ἐπηρώτα, τίς αὐτοῦ τῶν παίδων μέλλει ἔσεσθαι διάδοχος. τοῦ δὲ θεοῦ τοὺς τούτου χαρακτῆρας δείξαντος, λυπηθεὶς ὅτι τῶν ἀγαθῶν αὐτοῦ πάντων οὗτος ἔσται κληρονόμος, γενόμενον εἴασεν ἐν τῇ Γαλιλαίᾳ τρέφεσθαι. μέντοι θεὸς οὐ διεψεύσατο τὸν Ὑρκανόν. 13.323τὴν δὲ βασιλείαν μετὰ τὴν Ἀριστοβούλου τελευτὴν οὗτος παραλαβὼν τὸν μὲν τῶν ἀδελφῶν ἐπιχειροῦντα τῇ βασιλείᾳ διεχρήσατο, τὸν δʼ ἕτερον ἀπραγμόνως ζῆν προαιρούμενον εἶχεν ἐν τιμῇ. 13.324

Καταστησάμενος δὲ τὴν ἀρχὴν ὃν ᾤετο συμφέρειν αὐτῷ τρόπον στρατεύει ἐπὶ Πτολεμαΐδα, τῇ δὲ μάχῃ κρατήσας ἐνέκλεισε τοὺς ἀνθρώπους εἰς τὴν πόλιν καὶ περικαθίσας αὐτοὺς ἐπολιόρκει. τῶν γὰρ ἐν τῇ παραλίᾳ Πτολεμαῒς αὐτῷ καὶ Γάζα μόναι χειρωθῆναι ὑπελείποντο, καὶ Ζώιλος δὲ κατασχὼν τὸν Στράτωνος πύργον τύραννος καὶ Δῶρα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.317 Joseph. AJ 13.322 (English) >>Joseph. AJ 13.327

Powered by PhiloLogic