Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.321 Joseph. AJ 13.326 (English) >>Joseph. AJ 13.331

13.324

Καταστησάμενος δὲ τὴν ἀρχὴν ὃν ᾤετο συμφέρειν αὐτῷ τρόπον στρατεύει ἐπὶ Πτολεμαΐδα, τῇ δὲ μάχῃ κρατήσας ἐνέκλεισε τοὺς ἀνθρώπους εἰς τὴν πόλιν καὶ περικαθίσας αὐτοὺς ἐπολιόρκει. τῶν γὰρ ἐν τῇ παραλίᾳ Πτολεμαῒς αὐτῷ καὶ Γάζα μόναι χειρωθῆναι ὑπελείποντο, καὶ Ζώιλος δὲ κατασχὼν τὸν Στράτωνος πύργον τύραννος καὶ Δῶρα. 13.325τοῦ δὲ Φιλομήτορος Ἀντιόχου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου, ὃς ἐπεκαλεῖτο Κυζικηνός, πολεμούντων ἀλλήλους καὶ τὴν αὐτῶν δύναμιν ἀπολλύντων ἦν οὐδεμία τοῖς Πτολεμαεῦσιν βοήθεια παρʼ αὐτῶν. 13.326ἀλλὰ πονουμένοις τῇ πολιορκίᾳ Ζώιλος τὸν Στράτωνος πύργον κατεσχηκὼς παρῆν καὶ τὰ Δῶρα σύνταγμα τρέφων στρατιωτικὸν καὶ τυραννίδι ἐπιχειρῶν διὰ τὴν τῶν βασιλέων πρὸς ἀλλήλους ἅμιλλαν μικρὰ τοῖς Πτολεμαιεῦσι παρεβοήθει· 13.327οὐδὲ γὰρ οἱ βασιλεῖς οὕτως εἶχον οἰκείως πρὸς αὐτούς, ὥστʼ ἐλπίσαι τινὰ παρʼ αὐτῶν ὠφέλειαν. ἑκάτεροι γὰρ ταὐτὸν τοῖς ἀθληταῖς ἔπασχον, οἳ τῇ δυνάμει μὲν ἀπηγορευκότες αἰσχυνόμενοι δὲ παραχωρῆσαι διετέλουν ἀργίᾳ καὶ ἀναπαύσει διαφέροντες τὸν ἀγῶνα. 13.328λοιπὴ δʼ αὐτοῖς ἐλπὶς ἦν παρὰ τῶν Αἰγύπτου βασιλέων καὶ τοῦ Κύπρον ἔχοντος Πτολεμαίου τοῦ Λαθούρου, ὃς ὑπὸ τῆς μητρὸς Κλεοπάτρας τῆς ἀρχῆς ἐκπεσὼν εἰς Κύπρον παρεγένετο. πέμψαντες οὖν πρὸς τοῦτον οἱ Πτολεμαιεῖς παρεκάλουν ἐλθόντα σύμμαχον ἐκ τῶν Ἀλεξάνδρου χειρῶν αὐτοὺς ῥύσασθαι κινδυνεύοντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.321 Joseph. AJ 13.326 (English) >>Joseph. AJ 13.331

Powered by PhiloLogic