13.338
Πειράσας δὲ καὶ Σέπφωριν μικρὸν ἄπωθεν τῆς πεπορθημένης πολλοὺς ἀποβαλὼν ᾔει πολεμήσων Ἀλεξάνδρῳ. ὑπήντησε δʼ αὐτῷ πρὸς τῷ Ἰορδάνῃ ποταμῷ Ἀλέξανδρος περί τινα τόπον λεγόμενον Ἀσωφὼν οὐ πόρρωθεν τοῦ Ἰορδάνου ποταμοῦ καὶ βάλλεται στρατόπεδον πλησίον τῶν πολεμίων.
13.339εἶχεν μέντοι τοὺς προμαχομένους ὀκτακισχιλίους, οὓς ἑκατονταμάχους προσηγόρευσεν, ἐπιχάλκοις χρωμένους τοῖς θυρεοῖς. ἦσαν δὲ καὶ τοῖς τοῦ Πτολεμαίου προμαχοῦσιν ἐπίχαλκοι αἱ ἀσπίδες. τοῖς μέντοι γε ἄλλοις ἔλαττον ἔχοντες οἱ τοῦ Πτολεμαίου εὐλαβέστερον συνῆψαν εἰς τὸν κίνδυνον.
13.340θάρσος δὲ αὐτοῖς οὐκ ὀλίγον ἐνεποίησεν ὁ τακτικὸς Φιλοστέφανος διαβῆναι κελεύσας τὸν ποταμόν, οὗ μεταξὺ ἦσαν ἐστρατοπεδευκότες. Ἀλεξάνδρῳ δὲ κωλύειν αὐτῶν τὴν διάβασιν οὐκ ἔδοξεν· ἐνόμιζεν γάρ, εἰ κατὰ νώτου λάβοιεν τὸν ποταμόν, ῥᾷον αἱρήσειν τοὺς πολεμίους φεύγειν ἐκ τῆς μάχης οὐ δυναμένους.
13.341κατʼ ἀρχὰς μὲν οὖν παρʼ ἀμφοτέρων ἦν ἔργα χειρῶν καὶ προθυμίας παραπλήσια καὶ πολὺς ἐγένετο φόνος ἐξ ἑκατέρων τῶν στρατευμάτων, ὑπερτέρων δὲ τῶν Ἀλεξάνδρου γινομένων Φιλοστέφανος διελὼν τὴν δύναμιν δεξιῶς τοῖς ἐνδιδοῦσιν ἐπεκούρει.
13.342μηδενὸς δὲ τῷ κλιθέντι μέρει τῶν Ἰουδαίων προσβοηθοῦντος τούτους μὲν συνέβαινε φεύγειν μὴ βοηθούντων τῶν πλησίον ἀλλὰ κοινωνούντων τῆς φυγῆς, οἱ δὲ τοῦ Πτολεμαίου τὰ ἐναντία τούτων ἔπραττον·