Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.341 Joseph. AJ 13.346 (English) >>Joseph. AJ 13.352

13.344τρισμυρίους γοῦν ἔφασαν αὐτῶν ἀποθανεῖν, Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκεν, τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δʼ εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία. 13.345

Πτολεμαῖος δὲ μετὰ τὴν νίκην προσκαταδραμὼν τὴν χώραν ὀψίας ἐπιγενομένης ἔν τισι κώμαις τῆς Ἰουδαίας κατέμεινεν, ἃς γυναικῶν εὑρὼν μεστὰς καὶ νηπίων ἐκέλευσεν τοὺς στρατιώτας ἀποσφάττοντας αὐτοὺς καὶ κρεουργοῦντας ἔπειτα εἰς λέβητας ζέοντας ἐνιέντας τὰ μέλη ἀπάρχεσθαι. 13.346τοῦτο δὲ προσέταξεν, ἵνʼ οἱ διαφυγόντες ἐκ τῆς μάχης καὶ πρὸς αὑτοὺς ἐλθόντες σαρκοφάγους ὑπολάβωσιν εἶναι τοὺς πολεμίους, καὶ διὰ τοῦτο ἔτι μᾶλλον αὐτοὺς καταπλαγῶσι ταῦτʼ ἰδόντες. 13.347λέγει δὲ καὶ Στράβων καὶ Νικόλαος, ὅτι τοῦτον αὐτοῖς ἐχρήσαντο τὸν τρόπον, καθὼς κἀγὼ προείρηκα. ἔλαβον δὲ καὶ τὴν Πτολεμαΐδα κατὰ κράτος, ὡς καὶ ἐν ἄλλοις φανερὸν πεποιήκαμεν. 13.348

Κλεοπάτρα δʼ ὁρῶσα τὸν υἱὸν αὐξανόμενον καὶ τήν τε Ἰουδαίαν ἀδεῶς πορθοῦντα καὶ τὴν Γαζαίων πόλιν ὑπήκοον ἔχοντα, περιιδεῖν οὐκ ἔγνω τοῦτον ἐπὶ ταῖς πύλαις ὄντα καὶ ποθοῦντα τὴν τῶν Αἰγυπτίων μείζω γενόμενον, 13.349ἀλλὰ παραχρῆμα μετὰ καὶ ναυτικῆς καὶ πεζῆς δυνάμεως ἐπʼ αὐτὸν ἐξώρμησεν ἡγεμόνας τῆς ὅλης στρατιᾶς ἀποδείξασα Χελκίαν καὶ Ἀνανίαν τοὺς Ἰουδαίους, τὰ δὲ πολλὰ τοῦ πλούτου καὶ τοὺς υἱωνοὺς καὶ διαθήκας πέμψασα Κῴοις παρέθετο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.341 Joseph. AJ 13.346 (English) >>Joseph. AJ 13.352

Powered by PhiloLogic