13.350κελεύσασα δὲ τὸν υἱὸν Ἀλέξανδρον στόλῳ μεγάλῳ παραπλεῖν εἰς Φοινίκην ἡ Κλεοπάτρα μετὰ πάσης αὐτὴ τῆς δυνάμεως ἧκεν εἰς Πτολεμαΐδα, μὴ δεξαμένων δὲ αὐτὴν τῶν Πτολεμαιῶν πολιορκεῖ τὴν πόλιν.
13.351Πτολεμαῖος δʼ ἐκ τῆς Συρίας ἀπελθὼν ἐπὶ τὴν Αἴγυπτον ἔσπευσεν, αἰφνιδίως αὐτὴν οἰόμενος κενὴν οὖσαν στρατιᾶς καθέξειν· ἀλλὰ διαμαρτάνει τῆς ἐλπίδος. κατὰ τοῦτον δὴ τὸν χρόνον συνέβη καὶ Χελκίαν τὸν ἕτερον τῶν τῆς Κλεοπάτρας ἡγεμόνων ἀποθανεῖν περὶ κοίλην Συρίαν διώκοντα Πτολεμαῖον.
13.352
Ἀκούσασα δʼ ἡ Κλεοπάτρα τὴν ἐπιχείρησιν τὴν τοῦ υἱοῦ καὶ ὅτι τὰ περὶ τὴν Αἴγυπτον οὐχ ὃν προσεδόκα τρόπον προκεχώρηκεν αὐτῷ, πέμψασα μέρος τῆς στρατιᾶς ἐξέβαλεν αὐτὸν ἀπὸ τῆς χώρας. καὶ ὁ μὲν ἐκ τῆς Αἰγύπτου πάλιν ὑποστρέψας τὸν χειμῶνα διέτριψεν ἐν Γάζῃ.
13.353Κλεοπάτρα δʼ ἐν τούτῳ τὴν ἐν Πτολεμαΐδι φρουρὰν ἐκ πολιορκίας λαμβάνει καὶ τὴν πόλιν. Ἀλεξάνδρου δʼ αὐτὴν μετὰ δώρων περιελθόντος καὶ θεραπείας ὁποίας ἄξιον ἦν πεπονθότα μὲν κακῶς ὑπὸ Πτολεμαίου, καταφυγῆς δʼ οὐκ ἄλλης ἢ ταύτης εὐποροῦντα, τινὲς μὲν τῶν φίλων καὶ ταῦτα συνεβούλευον αὐτῇ λαβεῖν καὶ τὴν χώραν ἐπελθούσῃ κατασχεῖν καὶ μὴ περιιδεῖν ἐπʼ ἀνδρὶ ἑνὶ τοσοῦτο πλῆθος ἀγαθῶν Ἰουδαίων κείμενον.
13.354Ἀνανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον· οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς Ἰουδαίους κατα