Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.349 Joseph. AJ 13.354 (English) >>Joseph. AJ 13.359

13.353Κλεοπάτρα δʼ ἐν τούτῳ τὴν ἐν Πτολεμαΐδι φρουρὰν ἐκ πολιορκίας λαμβάνει καὶ τὴν πόλιν. Ἀλεξάνδρου δʼ αὐτὴν μετὰ δώρων περιελθόντος καὶ θεραπείας ὁποίας ἄξιον ἦν πεπονθότα μὲν κακῶς ὑπὸ Πτολεμαίου, καταφυγῆς δʼ οὐκ ἄλλης ταύτης εὐποροῦντα, τινὲς μὲν τῶν φίλων καὶ ταῦτα συνεβούλευον αὐτῇ λαβεῖν καὶ τὴν χώραν ἐπελθούσῃ κατασχεῖν καὶ μὴ περιιδεῖν ἐπʼ ἀνδρὶ ἑνὶ τοσοῦτο πλῆθος ἀγαθῶν Ἰουδαίων κείμενον. 13.354Ἀνανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον· οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς Ἰουδαίους κατα 13.355σκευάζει.” ταῦτα δὲ Ἀνανία παραινέσαντος Κλεοπάτρα πείθεται μηδὲν ἀδικῆσαι τὸν Ἀλέξανδρον, ἀλλὰ συμμαχίαν πρὸς αὐτὸν ἐποιήσατο ἐν Σκυθοπόλει τῆς κοίλης Συρίας. 13.356

δὲ τῶν ἐκ Πτολεμαίου φόβων ἐλευθερωθεὶς στρατεύεται μὲν εὐθὺς ἐπὶ τὴν κοίλην Συρίαν, αἱρεῖ δὲ Γάδαρα πολιορκήσας δέκα μησίν, αἱρεῖ δὲ καὶ Ἀμαθοῦντα μέγιστον ἔρυμα τῶν ὑπὲρ τὸν Ἰορδάνην κατῳκημένων, ἔνθα καὶ τὰ κάλλιστα καὶ σπουδῆς ἄξια Θεόδωρος Ζήνωνος εἶχεν. ὃς οὐ προσδοκῶσιν ἐπιπεσὼν τοῖς Ἰουδαίοις μυρίους αὐτῶν ἀποκτείνει καὶ τὴν ἀποσκευὴν Ἀλεξάνδρου διαρπάζει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.349 Joseph. AJ 13.354 (English) >>Joseph. AJ 13.359

Powered by PhiloLogic