Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.356 Joseph. AJ 13.360 (English) >>Joseph. AJ 13.365

13.358ὁρῶν δὲ τὸν Πτολεμαῖον ἐκ τῆς Γάζης εἰς Κύπρον ἀνακεχωρηκότα, τὴν δὲ μητέρα αὐτοῦ Κλεοπάτραν εἰς Αἴγυπτον, ὀργιζόμενος δὲ τοῖς Γαζαίοις, ὅτι Πτολεμαῖον ἐπεκαλέσαντο βοηθόν, ἐπολιόρκει τὴν πόλιν καὶ τὴν χώραν αὐτῶν προενόμευσεν. 13.359Ἀπολλοδότου δὲ τοῦ στρατηγοῦ τῶν Γαζαίων μετὰ δισχιλίων ξένων καὶ μυρίων οἰκετῶν νύκτωρ ἐπιπεσόντος τῷ τῶν Ἰουδαίων στρατοπέδῳ ἐφʼ ὅσον μὲν ὑπῆρχεν νὺξ ἐνίκων οἱ Γαζαῖοι δόκησιν παρασχόντες τοῖς πολεμίοις ὡς ἐπεληλυθότος αὐτοῖς Πτολεμαίου, γενομένης δὲ ἡμέρας καὶ τῆς δόξης ἐλεγχθείσης μαθόντες οἱ Ἰουδαῖοι τἀληθὲς ἐπισυστρέφονται καὶ τοῖς Γαζαίοις προσβαλόντες ἀναιροῦσιν αὐτῶν περὶ χιλίους. 13.360τῶν δὲ Γαζαίων ἀντεχόντων καὶ μήτε ὑπὸ τῆς ἐνδείας μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀναιρουμένων ἐνδιδόντων, πᾶν γὰρ ὁτιοῦν ὑπέμενον παθεῖν ὑπὸ τῷ πολεμίῳ γενέσθαι, προσεπήγειρεν δʼ αὐτῶν τὴν προθυμίαν καὶ Ἀρέτας Ἀράβων βασιλεὺς ἐπίδοξος ὢν ἥξειν αὐτοῖς σύμμαχος. 13.361ἀλλὰ συνέβη πρῶτον τὸν Ἀπολλόδοτον διαφθαρῆναι· Λυσίμαχος γὰρ ἀδελφὸς αὐτοῦ ζηλοτυπῶν αὐτὸν ἐπὶ τῷ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν, κτείνας αὐτὸν καὶ στρατιωτικὸν συγκροτήσας ἐνδίδωσιν Ἀλεξάνδρῳ τὴν πόλιν. 13.362 δʼ εὐθὺς μὲν εἰσελθὼν ἠρέμει, μετὰ δὲ ταῦτα τὴν δύναμιν ἐπαφῆκε τοῖς Γαζαίοις ἐπιτρέψας τιμωρεῖν αὐτούς· οἱ δὲ ἄλλοι ἀλλαχῆ τρεπόμενοι τοὺς Γαζαίους ἀπέκτειναν. ἦσαν δʼ οὐδʼ ἐκεῖνοι τὰς ψυχὰς ἀγεννεῖς, ἀλλὰ καὶ τοῖς παραπίπτουσιν ἀμυνόμενοι τοὺς Ἰουδαίους οὐκ ἐλάττονας αὐτῶν διέφθειραν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.356 Joseph. AJ 13.360 (English) >>Joseph. AJ 13.365

Powered by PhiloLogic