Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.357 Joseph. AJ 13.362 (English) >>Joseph. AJ 13.368

13.360τῶν δὲ Γαζαίων ἀντεχόντων καὶ μήτε ὑπὸ τῆς ἐνδείας μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀναιρουμένων ἐνδιδόντων, πᾶν γὰρ ὁτιοῦν ὑπέμενον παθεῖν ὑπὸ τῷ πολεμίῳ γενέσθαι, προσεπήγειρεν δʼ αὐτῶν τὴν προθυμίαν καὶ Ἀρέτας Ἀράβων βασιλεὺς ἐπίδοξος ὢν ἥξειν αὐτοῖς σύμμαχος. 13.361ἀλλὰ συνέβη πρῶτον τὸν Ἀπολλόδοτον διαφθαρῆναι· Λυσίμαχος γὰρ ἀδελφὸς αὐτοῦ ζηλοτυπῶν αὐτὸν ἐπὶ τῷ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν, κτείνας αὐτὸν καὶ στρατιωτικὸν συγκροτήσας ἐνδίδωσιν Ἀλεξάνδρῳ τὴν πόλιν. 13.362 δʼ εὐθὺς μὲν εἰσελθὼν ἠρέμει, μετὰ δὲ ταῦτα τὴν δύναμιν ἐπαφῆκε τοῖς Γαζαίοις ἐπιτρέψας τιμωρεῖν αὐτούς· οἱ δὲ ἄλλοι ἀλλαχῆ τρεπόμενοι τοὺς Γαζαίους ἀπέκτειναν. ἦσαν δʼ οὐδʼ ἐκεῖνοι τὰς ψυχὰς ἀγεννεῖς, ἀλλὰ καὶ τοῖς παραπίπτουσιν ἀμυνόμενοι τοὺς Ἰουδαίους οὐκ ἐλάττονας αὐτῶν διέφθειραν. 13.363ἔνιοι δὲ μονούμενοι τὰς οἰκίας ἐνεπίμπρασαν, ὡς μηδὲν ἐξ αὐτῶν λάφυρον εἶναι τοῖς πολεμίοις λαβεῖν. οἱ δὲ καὶ τῶν τέκνων καὶ τῶν γυναικῶν αὐτόχειρες ἐγένοντο τῆς ὑπὸ τοῖς ἐχθροῖς αὐτὰ δουλείας οὕτως ἀπαλλάττειν ἠναγκασμένοι. 13.364τῶν δὲ βουλευτῶν ἦσαν οἱ πάντες πεντακόσιοι συμφυγόντες εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν· συνεδρευόντων γὰρ τὴν ἐπίθεσιν συνέβη γενέσθαι· δὲ Ἀλέξανδρος τούτους τε ἀναιρεῖ καὶ τὴν πόλιν αὐτοῖς ἐπικατασκάψας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα ἐνιαυτῷ πολιορκήσας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.357 Joseph. AJ 13.362 (English) >>Joseph. AJ 13.368

Powered by PhiloLogic