13.362ὁ δʼ εὐθὺς μὲν εἰσελθὼν ἠρέμει, μετὰ δὲ ταῦτα τὴν δύναμιν ἐπαφῆκε τοῖς Γαζαίοις ἐπιτρέψας τιμωρεῖν αὐτούς· οἱ δὲ ἄλλοι ἀλλαχῆ τρεπόμενοι τοὺς Γαζαίους ἀπέκτειναν. ἦσαν δʼ οὐδʼ ἐκεῖνοι τὰς ψυχὰς ἀγεννεῖς, ἀλλὰ καὶ τοῖς παραπίπτουσιν ἀμυνόμενοι τοὺς Ἰουδαίους οὐκ ἐλάττονας αὐτῶν διέφθειραν.
13.363ἔνιοι δὲ μονούμενοι τὰς οἰκίας ἐνεπίμπρασαν, ὡς μηδὲν ἐξ αὐτῶν λάφυρον εἶναι τοῖς πολεμίοις λαβεῖν. οἱ δὲ καὶ τῶν τέκνων καὶ τῶν γυναικῶν αὐτόχειρες ἐγένοντο τῆς ὑπὸ τοῖς ἐχθροῖς αὐτὰ δουλείας οὕτως ἀπαλλάττειν ἠναγκασμένοι.
13.364τῶν δὲ βουλευτῶν ἦσαν οἱ πάντες πεντακόσιοι συμφυγόντες εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν· συνεδρευόντων γὰρ τὴν ἐπίθεσιν συνέβη γενέσθαι· ὁ δὲ Ἀλέξανδρος τούτους τε ἀναιρεῖ καὶ τὴν πόλιν αὐτοῖς ἐπικατασκάψας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα ἐνιαυτῷ πολιορκήσας.
13.365
Ὑπὸ τὸν αὐτὸν δὲ τοῦτον καιρὸν καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Γρυπὸς ἀποθνήσκει ὑπὸ Ἡρακλέωνος ἐπιβουλευθείς, βιώσας μὲν ἔτη τεσσαράκοντα καὶ πέντε, βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι.
13.366διαδεξάμενος δὲ τὴν βασιλείαν αὐτοῦ ὁ παῖς Σέλευκος ἐπολέμει μὲν τῷ τοῦ πατρὸς ἀδελφῷ Ἀντιόχῳ, ὃς ἐπεκαλεῖτο Κυζικηνός, νικήσας δʼ αὐτὸν καὶ λαβὼν ἀπέκτεινεν.
13.367μετʼ οὐ πολὺ δὲ τοῦ Κυζικηνοῦ παῖς Ἀντίοχος, ὁ Εὐσεβὴς καλούμενος, παραγενηθεὶς εἰς Ἄραδον καὶ περιθέμενος διάδημα πολεμεῖ τῷ Σελεύκῳ, καὶ κρατήσας ἐξήλασεν αὐτὸν ἐκ πάσης τῆς Συρίας.