13.376καὶ πρὸς τὴν κακοπραγίαν αὐτοῦ ἐπιθεμένου τοῦ ἔθνους πολεμήσας πρὸς αὐτὸ ἔτεσιν ἓξ ἀναιρεῖ τῶν Ἰουδαίων οὐκ ἔλαττον πέντε μυριάδας. παρακαλοῦντος δὲ παῦσαι τὴν πρὸς αὐτὸν δυσμένειαν ἔτι μᾶλλον ἐμίσουν αὐτὸν διὰ τὰ συμβεβηκότα. πυνθανομένου δʼ αὐτοῦ τί βούλονται, πάντες γενέσθαι ἐβόησαν ἀποθανεῖν αὐτόν, καὶ πρὸς Δημήτριον τὸν Ἄκαιρον ἔπεμψαν παρακαλοῦντες ἐπὶ συμμαχίαν.
13.377
Ὁ δὲ μετὰ στρατιᾶς ἐλθὼν καὶ παραλαβὼν τοὺς ἐπικαλεσαμένους περὶ Σίκιμα πόλιν ἐστρατοπέδευσεν. Ἀλέξανδρος δὲ μετὰ μισθοφόρων ἑξακισχιλίων καὶ διακοσίων Ἰουδαίων τε περὶ δισμυρίους οἳ ἐφρόνουν τὰ ἐκείνου παραλαβὼν ἀντεπῄει τῷ Δημητρίῳ· τούτῳ δʼ ἦσαν ἱππεῖς μὲν τρισχίλιοι, πεζῶν δὲ τέσσαρες μυριάδες.
13.378πολλὰ μὲν οὖν ἑκατέροις ἐπράχθη, τοῦ μὲν ἀποστῆσαι τοὺς μισθοφόρους ὡς ὄντας Ἕλληνας πειρωμένου, τοῦ δὲ τοὺς σὺν Δημητρίῳ Ἰουδαίους. μηδετέρου δὲ πεῖσαι δυνηθέντος, ἀλλʼ εἰς μάχην συμβαλόντων, νικᾷ Δημήτριος, καὶ ἀποθνήσκουσι μὲν οἱ Ἀλεξάνδρου μισθοφόροι πάντες πίστεως ἅμα καὶ ἀνδρείας ἐπίδειξιν ποιησάμενοι, πολλοὶ δὲ καὶ τῶν Δημητρίου στρατιωτῶν.
13.379
Φεύγοντος δʼ Ἀλεξάνδρου εἰς τὰ ὄρη κατὰ οἶκτον τῆς μεταβολῆς συλλέγονται παρʼ αὐτὸν Ἰουδαίων ἑξακισχίλιοι. καὶ τότε μὲν δείσας ὑποχωρεῖ Δημήτριος. μετὰ ταῦτα δὲ οἱ Ἰουδαῖοι ἐπολέμουν Ἀλεξάνδρῳ καὶ νικώμενοι πολλοὶ ἀπέθνησκον ἐν ταῖς μάχαις.