Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.375 Joseph. AJ 13.380 (English) >>Joseph. AJ 13.384

13.378πολλὰ μὲν οὖν ἑκατέροις ἐπράχθη, τοῦ μὲν ἀποστῆσαι τοὺς μισθοφόρους ὡς ὄντας Ἕλληνας πειρωμένου, τοῦ δὲ τοὺς σὺν Δημητρίῳ Ἰουδαίους. μηδετέρου δὲ πεῖσαι δυνηθέντος, ἀλλʼ εἰς μάχην συμβαλόντων, νικᾷ Δημήτριος, καὶ ἀποθνήσκουσι μὲν οἱ Ἀλεξάνδρου μισθοφόροι πάντες πίστεως ἅμα καὶ ἀνδρείας ἐπίδειξιν ποιησάμενοι, πολλοὶ δὲ καὶ τῶν Δημητρίου στρατιωτῶν. 13.379

Φεύγοντος δʼ Ἀλεξάνδρου εἰς τὰ ὄρη κατὰ οἶκτον τῆς μεταβολῆς συλλέγονται παρʼ αὐτὸν Ἰουδαίων ἑξακισχίλιοι. καὶ τότε μὲν δείσας ὑποχωρεῖ Δημήτριος. μετὰ ταῦτα δὲ οἱ Ἰουδαῖοι ἐπολέμουν Ἀλεξάνδρῳ καὶ νικώμενοι πολλοὶ ἀπέθνησκον ἐν ταῖς μάχαις. 13.380κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν ἐν Βαιθομμει πόλει ἐπολιόρκει, λαβὼν δὲ τὴν πόλιν καὶ γενόμενος ἐγκρατὴς αὐτῶν ἀνήγαγεν εἰς Ἱεροσόλυμα καὶ πάντων ὠμότατον ἔργον ἔδρασεν· ἑστιώμενος γὰρ ἐν ἀπόπτῳ μετὰ τῶν παλλακίδων ἀνασταυρῶσαι προσέταξεν αὐτῶν ὡς ὀκτακοσίους, τοὺς δὲ παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἔτι ζώντων παρὰ τὰς ἐκείνων ὄψεις ἀπέσφαττεν, 13.381ὑπὲρ μὲν ὧν ἠδίκητο ἀμυνόμενος, ἄλλως δὲ ὑπὲρ ἄνθρωπον ταύτην εἰσπραττόμενος τὴν δίκην, εἰ καὶ τὰ μάλιστα, ὅπερ ἦν εἰκός, ἐταλαιπωρήθη τοῖς πρὸς αὐτοὺς πολέμοις καὶ εἰς τοὔσχατον ἧκε κινδύνου ψυχῆς τε πέρι καὶ βασιλείας, οὐκ ἀρκουμένων ἀγωνίζεσθαι κατὰ σφᾶς αὐτούς,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.375 Joseph. AJ 13.380 (English) >>Joseph. AJ 13.384

Powered by PhiloLogic