13.392
Βασιλεύει δὲ μετʼ αὐτὸν τῆς κοίλης Συρίας Ἀρέτας κληθεὶς εἰς τὴν ἀρχὴν ὑπὸ τῶν τὴν Δαμασκὸν ἐχόντων διὰ τὸ πρὸς Πτολεμαῖον τὸν Μενναίου μῖσος. στρατεύσας δʼ ἐκεῖθεν ἐπὶ τὴν Ἰουδαίαν καὶ περὶ Ἄδιδα χωρίον μάχῃ νικήσας Ἀλέξανδρον ἐπὶ συνθήκαις ἀνεχώρησεν ἐκ τῆς Ἰουδαίας.
13.393
Ἀλέξανδρος δʼ ἐλάσας αὖθις ἐπὶ Δίαν πόλιν αἱρεῖ ταύτην, καὶ στρατεύσας ἐπὶ Ἔσσαν, οὗ τὰ πλείστου ἄξια Ζήνωνι συνέβαινεν εἶναι, τρισὶν μὲν περιβάλλει τείχεσιν τὸ χωρίον, ἀμαχὶ δὲ λαβὼν τὴν πόλιν ἐπὶ Γαύλαναν καὶ Σελεύκειαν ἐξώρμησεν.
13.394παραλαβὼν δὲ καὶ ταύτας προσεξεῖλεν καὶ τὴν Ἀντιόχου λεγομένην φάραγγα καὶ Γάμαλα τὸ φρούριον. ἐγκαλῶν δὲ πολλὰ Δημητρίῳ τῷ τῶν τόπων ἄρχοντι περιέδυσεν αὐτόν, καὶ τρίτον ἤδη πεπληρωκὼς ἔτος τῆς στρατείας εἰς τὴν οἰκείαν ὑπέστρεψεν προθύμως αὐτὸν τῶν Ἰουδαίων διὰ τὴν εὐπραγίαν δεχομένων.
13.395
Κατὰ δὴ τοῦτον τὸν καιρὸν ἤδη τῶν Σύρων καὶ Ἰδουμαίων καὶ Φοινίκων πόλεις εἶχον οἱ Ἰουδαῖοι πρὸς θαλάσσῃ μὲν Στράτωνος πύργον Ἀπολλωνίαν Ἰόππην Ἰάμνειαν Ἄζωτον Γάζαν Ἀνθηδόνα Ῥάφειαν Ῥινοκόρουρα,
13.396ἐν δὲ τῇ μεσογαίᾳ κατὰ τὴν Ἰδουμαίαν Ἄδωρα καὶ Μάρισαν καὶ ὅλην Ἰδουμαίαν, Σαμάρειαν Καρμήλιον ὄρος καὶ τὸ Ἰταβύριον ὄρος Σκυθόπολιν Γάδαρα, Γαυλανίτιδας Σελεύκειαν Γάβαλα,