Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.34 Joseph. AJ 13.40 (English) >>Joseph. AJ 13.44

13.38τοῦτο δʼ ἐποίει φοβηθείς, μὴ μνησικακήσας Ἰωνάθης αὐτῷ τῆς ἔχθρας συνεπιθῆται. προσέταξεν οὖν αὐτῷ συναθροίζειν δύναμιν καὶ κατασκευάζειν ὅπλα καὶ τοὺς ὁμήρους, οὓς τῶν Ἰουδαίων ἐνέκλεισε Βακχίδης ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων, ἀπολαβεῖν. 13.39τοιούτων οὖν αὐτῷ τῶν παρὰ Δημητρίου προσπεσόντων Ἰωνάθης παραγενόμενος εἰς τὰ Ἱεροσόλυμα τὴν ἐπιστολὴν ἀνέγνω τοῦ βασιλέως ἀκουόντων τοῦ τε λαοῦ καὶ τῶν φρουρούντων τὴν ἀκρόπολιν. 13.40ἀναγνωσθέντων δὲ τούτων οἱ ἀσεβεῖς καὶ φυγάδες οἱ ἐκ τῆς ἀκροπόλεως λίαν ἔδεισαν ἐπιτετροφότος Ἰωνάθῃ τοῦ βασιλέως στρατιὰν συλλέγειν καὶ τοὺς ὁμήρους ἀπολαβεῖν. δὲ τοῖς γονεῦσιν ἑκάστῳ τὸν ἴδιον ἀπέδωκεν. 13.41καὶ οὕτως μὲν Ἰωνάθης ἐν Ἱεροσολύμοις τὴν μονὴν ἐποιεῖτο καινίζων τὰ κατὰ τὴν πόλιν καὶ πρὸς τὴν αὐτοῦ βούλησιν κατασκευάζων ἕκαστον. ἐκέλευσε γὰρ οἰκοδομηθῆναι καὶ τὰ τείχη τῆς πόλεως ἐκ λίθων τετραγώνων, ὡς ἂν καὶ πρὸς τοὺς πολέμους ἀσφαλέστερα. 13.42ταῦτα δʼ ὁρῶντες οἱ τῶν φρουρίων τῶν ἐν τῇ Ἰουδαίᾳ φύλακες ἐκλιπόντες αὐτὰ πάντες ἔφυγον εἰς Ἀντιόχειαν πάρεξ τῶν ἐν Βαιθσούρᾳ πόλει καὶ τῶν ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων· οὗτοι γὰρ πλείων μοῖρα τῶν ἀσεβῶν καὶ πεφευγότων Ἰουδαίων ἦσαν καὶ διὰ τοῦτο τὰς φρουρὰς οὐκ ἐγκατέλιπον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.34 Joseph. AJ 13.40 (English) >>Joseph. AJ 13.44

Powered by PhiloLogic