Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.395 Joseph. AJ 13.400 (English) >>Joseph. AJ 13.405

13.398

Μετὰ δὲ ταῦτα βασιλεὺς Ἀλέξανδρος ἐκ μέθης εἰς νόσον καταπεσὼν καὶ τρισὶν ἔτεσιν τεταρταίῳ πυρετῷ συσχεθεὶς οὐκ ἀπέστη τῶν στρατειῶν, ἕως οὗ τοῖς πόνοις ἐξαναλωθεὶς ἀπέθανεν ἐν τοῖς Γερασηνῶν ὅροις πολιορκῶν Ῥάγαβα φρούριον πέραν τοῦ Ἰορδάνου. 13.399ὁρῶσα δʼ αὐτὸν βασίλισσα πρὸς τῷ τελευτᾶν ὄντα καὶ μηδεμίαν ὑπογράφοντα μηκέτι σωτηρίας ἐλπίδα, κλαίουσα καὶ κοπτομένη τῆς μελλούσης ἐρημίας αὐτήν τε καὶ τοὺς παῖδας ἀπωδύρετο καίτίνι καταλείπεις οὕτως ἐμέ τε καὶ τὰ τέκνα τῆς παρʼ ἄλλων βοηθείας δεόμεναπρὸς αὐτὸν ἔλεγενκαὶ ταῦτʼ εἰδώς, πῶς διάκειται 13.400πρὸς σὲ δυσμενῶς τὸ ἔθνος.” δὲ συνεβούλευεν αὐτῇ πείθεσθαι μὲν οἷς ὑποθήσεται πρὸς τὸ τὴν βασιλείαν ἀσφαλῶς κατέχειν μετὰ τῶν τέκνων, κρύψαι δὲ τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας, ἕως ἂν ἐξέλῃ τὸ χωρίον. 13.401ἔπειτα ὡς ἀπὸ νίκης λαμπρῶς εἰς τὰ Ἱεροσόλυμα παραγινομένην τοῖς Φαρισαίοις ἐξουσίαν τινὰ παρασχεῖν· τούτους γὰρ ἐπαινοῦντας αὐτὴν ἀντὶ τῆς τιμῆς εὔνουν καταστήσειν αὐτῇ τὸ ἔθνος, δύνασθαι δὲ πολὺ παρὰ τοῖς Ἰουδαίοις τούτους ἔφασκε βλάψαι τε μισοῦντας καὶ φίλους διακειμένους ὠφελῆσαι· 13.402μάλιστα γὰρ πιστεύεσθαι παρὰ τῷ πλήθει περὶ ὧν ἂν κἂν φθονῶσίν τι χαλεπὸν λέγωσιν, αὐτόν τε προσκροῦσαι τῷ ἔθνει διὰ τούτους ἔλεγεν ὑβρισθέντας ὑπʼ αὐτοῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.395 Joseph. AJ 13.400 (English) >>Joseph. AJ 13.405

Powered by PhiloLogic