13.400πρὸς σὲ δυσμενῶς τὸ ἔθνος.” ὁ δὲ συνεβούλευεν αὐτῇ πείθεσθαι μὲν οἷς ὑποθήσεται πρὸς τὸ τὴν βασιλείαν ἀσφαλῶς κατέχειν μετὰ τῶν τέκνων, κρύψαι δὲ τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας, ἕως ἂν ἐξέλῃ τὸ χωρίον.
13.401ἔπειτα ὡς ἀπὸ νίκης λαμπρῶς εἰς τὰ Ἱεροσόλυμα παραγινομένην τοῖς Φαρισαίοις ἐξουσίαν τινὰ παρασχεῖν· τούτους γὰρ ἐπαινοῦντας αὐτὴν ἀντὶ τῆς τιμῆς εὔνουν καταστήσειν αὐτῇ τὸ ἔθνος, δύνασθαι δὲ πολὺ παρὰ τοῖς Ἰουδαίοις τούτους ἔφασκε βλάψαι τε μισοῦντας καὶ φίλους διακειμένους ὠφελῆσαι·
13.402μάλιστα γὰρ πιστεύεσθαι παρὰ τῷ πλήθει περὶ ὧν ἂν κἂν φθονῶσίν τι χαλεπὸν λέγωσιν, αὐτόν τε προσκροῦσαι τῷ ἔθνει διὰ τούτους ἔλεγεν ὑβρισθέντας ὑπʼ αὐτοῦ.
13.403“σὺ τοίνυν, εἶπεν, ἐν τοῖς Ἱεροσολύμοις γενομένη μετάπεμψαι μὲν τοὺς στασιώτας αὐτῶν, ἐπιδείξασα δὲ τὸ σῶμα τοὐμὸν ἐκείνοις ὅπως μοι βούλονται χρῆσθαι μετὰ πολλῆς ἀξιοπιστίας ἐπίτρεπε, εἴτε καθυβρίζειν ἀταφίᾳ μου θελήσουσι τὸν νεκρὸν ὡς πολλὰ πεπονθότες ἐξ ἐμοῦ, εἴτʼ ἄλλην τινὰ κατʼ ὀργὴν αἰκίαν τῷ σώματι προσφέρειν. ὑπόσχου τε καὶ μηδὲν δίχα τῆς ἐκείνων γνώμης ἐν τῇ βασιλείᾳ διαπράξεσθαι.
13.404ταῦτά σου πρὸς αὐτοὺς εἰπούσης ἐγώ τε λαμπροτέρας ἀξιωθήσομαι πρὸς αὐτῶν κηδείας ἧς ἂν ἔτυχον ἐκ σοῦ, μηδὲν διὰ τὸ ἐξεῖναι ποιεῖν μου κακῶς τὸν νεκρὸν διαθεῖναι θελησάντων, σύ τε βεβαίως ἄρξεις.” ταῦτα παραινέσας τῇ γυναικὶ τελευτᾷ βασιλεύσας ἔτη ἑπτὰ καὶ εἴκοσι, βιώσας δʼ ἓν καὶ πεντήκοντα.