13.402μάλιστα γὰρ πιστεύεσθαι παρὰ τῷ πλήθει περὶ ὧν ἂν κἂν φθονῶσίν τι χαλεπὸν λέγωσιν, αὐτόν τε προσκροῦσαι τῷ ἔθνει διὰ τούτους ἔλεγεν ὑβρισθέντας ὑπʼ αὐτοῦ.
13.403“σὺ τοίνυν, εἶπεν, ἐν τοῖς Ἱεροσολύμοις γενομένη μετάπεμψαι μὲν τοὺς στασιώτας αὐτῶν, ἐπιδείξασα δὲ τὸ σῶμα τοὐμὸν ἐκείνοις ὅπως μοι βούλονται χρῆσθαι μετὰ πολλῆς ἀξιοπιστίας ἐπίτρεπε, εἴτε καθυβρίζειν ἀταφίᾳ μου θελήσουσι τὸν νεκρὸν ὡς πολλὰ πεπονθότες ἐξ ἐμοῦ, εἴτʼ ἄλλην τινὰ κατʼ ὀργὴν αἰκίαν τῷ σώματι προσφέρειν. ὑπόσχου τε καὶ μηδὲν δίχα τῆς ἐκείνων γνώμης ἐν τῇ βασιλείᾳ διαπράξεσθαι.
13.404ταῦτά σου πρὸς αὐτοὺς εἰπούσης ἐγώ τε λαμπροτέρας ἀξιωθήσομαι πρὸς αὐτῶν κηδείας ἧς ἂν ἔτυχον ἐκ σοῦ, μηδὲν διὰ τὸ ἐξεῖναι ποιεῖν μου κακῶς τὸν νεκρὸν διαθεῖναι θελησάντων, σύ τε βεβαίως ἄρξεις.” ταῦτα παραινέσας τῇ γυναικὶ τελευτᾷ βασιλεύσας ἔτη ἑπτὰ καὶ εἴκοσι, βιώσας δʼ ἓν καὶ πεντήκοντα.
13.405
Ἡ δὲ Ἀλεξάνδρα τὸ φρούριον ἐξελοῦσα κατὰ τὰς τοῦ· ἀνδρὸς ὑποθήκας τοῖς τε Φαρισαίοις διελέχθη καὶ πάντα ἐπʼ ἐκείνοις θεμένη τά τε περὶ τοῦ νεκροῦ καὶ τῆς βασιλείας, τῆς μὲν ὀργῆς αὐτοὺς τῆς πρὸς Ἀλέξανδρον ἔπαυσεν, εὔνους δʼ ἐποίησεν καὶ φίλους.
13.406οἱ δʼ εἰς τὸ πλῆθος παρελθόντες ἐδημηγόρουν τὰς πράξεις τὰς Ἀλεξάνδρου διηγούμενοι, καὶ ὅτι δίκαιος αὐτοῖς ἀπόλοιτο βασιλεύς, καὶ τὸν δῆμον εἰς πένθος καὶ τὴν ὑπὲρ αὐτοῦ κατήφειαν ἐξεκαλέσαντο τοῖς ἐπαίνοις, ὥστε καὶ λαμπρότερον ἤ τινα τῶν πρὸ αὐτοῦ βασιλέων αὐτὸν ἐκήδευσαν.