13.406οἱ δʼ εἰς τὸ πλῆθος παρελθόντες ἐδημηγόρουν τὰς πράξεις τὰς Ἀλεξάνδρου διηγούμενοι, καὶ ὅτι δίκαιος αὐτοῖς ἀπόλοιτο βασιλεύς, καὶ τὸν δῆμον εἰς πένθος καὶ τὴν ὑπὲρ αὐτοῦ κατήφειαν ἐξεκαλέσαντο τοῖς ἐπαίνοις, ὥστε καὶ λαμπρότερον ἤ τινα τῶν πρὸ αὐτοῦ βασιλέων αὐτὸν ἐκήδευσαν.
13.407δύο μέντοι γε υἱοὺς Ἀλέξανδρος κατέλιπεν Ὑρκανὸν καὶ Ἀριστόβουλον, τὴν δὲ βασιλείαν εἰς τὴν Ἀλεξάνδραν διέθετο. τῶν δὲ παίδων Ὑρκανὸς μὲν ἀσθενὴς ἦν πράγματα διοικεῖν καὶ βίον ἡσύχιον μᾶλλον ἠγαπηκώς, ὁ δὲ νεώτερος Ἀριστόβουλος δραστήριός τε ἦν καὶ θαρσαλέος. ἐστέργετο μὲν οὖν ὑπὸ τοῦ πλήθους ἡ γυνὴ διὰ τὸ δοκεῖν ἐφʼ οἷς ὁ ἀνὴρ αὐτῆς ἐξήμαρτεν δυσχεραίνειν.
13.408
Ἡ δὲ ἀρχιερέα μὲν ἀπεδείκνυεν Ὑρκανὸν διὰ τὴν ἡλικίαν, πολὺ μέντοι πλέον διὰ τὸ ἄπραγμον αὐτοῦ, καὶ πάντα τοῖς Φαρισαίοις ἐπέτρεπεν ποιεῖν, οἷς καὶ τὸ πλῆθος ἐκέλευσεν πειθαρχεῖν καὶ εἴ τι δὲ καὶ τῶν νομίμων Ὑρκανὸς ὁ πενθερὸς αὐτῆς κατέλυσεν ὧν εἰσήνεγκαν οἱ Φαρισαῖοι κατὰ τὴν πατρῴαν παράδοσιν, τοῦτο πάλιν ἀποκατέστησεν.
13.409τὸ μὲν οὖν ὄνομα τῆς βασιλείας εἶχεν αὐτή, τὴν δὲ δύναμιν οἱ Φαρισαῖοι· καὶ γὰρ φυγάδας οὗτοι κατῆγον καὶ δεσμώτας ἔλυον καὶ καθάπαξ οὐδὲν δεσποτῶν διέφερον. ἐποιεῖτο μέντοι καὶ ἡ γυνὴ τῆς βασιλείας πρόνοιαν, καὶ πολὺ μισθοφορικὸν συνίστησιν, καὶ τὴν ἰδίαν δύναμιν ἀπέδειξεν διπλασίονα, ὡς καταπλῆξαι τοὺς πέριξ τυράννους καὶ λαβεῖν ὅμηρα αὐτῶν.