13.410ἠρέμει δʼ ἡ χώρα πᾶσα πάρεξ τῶν Φαρισαίων· οὗτοι γὰρ ἐπετάρασσον τὴν βασίλειαν πείθοντες, ὅπως κτείνειεν τοὺς Ἀλεξάνδρῳ παραινέσαντας ἀνελεῖν τοὺς ὀκτακοσίους. εἶτα αὐτοὶ τούτων ἕνα σφάττουσιν Διογένην καὶ μετʼ αὐτὸν ἄλλους ἐπʼ ἄλλοις,
13.411ἕως οὗ οἱ δυνατοὶ παρελθόντες εἰς τὸ βασίλειον καὶ μετʼ αὐτῶν Ἀριστόβουλος, ἐῴκει γὰρ τοῖς γινομένοις δυσανασχετῶν καὶ δῆλος ἦν, καθάπαξ εἰ ἀφορμῆς λάβοιτο, μὴ ἐπιτρέψων τῇ μητρί, ἀνεμίμνησκον ὅσα κατώρθωσαν τοσούτοις κινδύνοις, διʼ ὧν τὸ βέβαιον τῆς ἐν σφίσι πίστεως πρὸς τὸν δεσπότην ἐπεδείξαντο, ἀνθʼ ὧν ὑπʼ αὐτοῦ μεγίστων ἠξιώθησαν.
13.412καὶ ἐδέοντο μὴ ἄχρι τοῦ παντὸς ἔμπαλιν τρέψαι σφίσι τὰς ἐλπίδας· ἀποφυγόντας γὰρ τὸν ἐκ πολεμίων κίνδυνον ἐν τῇ οἰκείᾳ ὑπʼ ἐχθρῶν δίκην βοσκημάτων κόπτεσθαι μηδεμιᾶς τιμωρίας οὔσης.
13.413ἔλεγόν τε ὡς, εἰ μὲν ἀρκεσθεῖεν τοῖς ἀνῃρημένοις οἱ ἀντίδικοι, διὰ τὸ πρὸς τοὺς δεσπότας γνήσιον μετρίως οἴσειν τὰ ξυμβάντα, εἰ δʼ αὖ μέλλοιεν ταὐτὰ μετιέναι, ᾐτοῦντο μάλιστα μὲν δοθῆναι σφίσιν ἀπαλλαγήν· οὐδὲ γὰρ ἂν ὑπομεῖναι χωρὶς αὐτῆς πορίσασθαι τὸ σωτήριον, ἀλλʼ ἀσμενίζειν θνήσκοντες πρὸς τοῖς βασιλείοις, ὡς μὴ συγγνοῖεν ἀπιστίαν αὐτοῖς.
13.414αἶσχός τε εἶναι σφίσι τε καὶ τῇ βασιλευούσῃ, εἰ πρὸς αὐτῆς ἀμελούμενοι ὑπὸ τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἐκδεχθείησαν· ἀντὶ παντὸς γὰρ τιμήσεσθαι Ἀρέταν τε τὸν Ἄραβα καὶ τοὺς μονάρχους, εἰ ἀποξενολογήσειεν τοσούσδε ἄνδρας, οἷς ἦν τάχα που φρικῶδες αὐτῶν καὶ τοὔνομα τὸ πρὶν ἀκουσθῆναι.