Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.411 Joseph. AJ 13.416 (English) >>Joseph. AJ 13.421

13.414αἶσχός τε εἶναι σφίσι τε καὶ τῇ βασιλευούσῃ, εἰ πρὸς αὐτῆς ἀμελούμενοι ὑπὸ τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἐκδεχθείησαν· ἀντὶ παντὸς γὰρ τιμήσεσθαι Ἀρέταν τε τὸν Ἄραβα καὶ τοὺς μονάρχους, εἰ ἀποξενολογήσειεν τοσούσδε ἄνδρας, οἷς ἦν τάχα που φρικῶδες αὐτῶν καὶ τοὔνομα τὸ πρὶν ἀκουσθῆναι. 13.415εἰ δὲ μή, τό γε δεύτερον, εἰ τοὺς Φαρισαίους αὐτῇ προτιμᾶν ἔγνωσται, κατατάξαι ἕκαστον αὐτῶν ἐν τοῖς φρουρίοις· εἰ γὰρ ὧδε δαίμων τις ἐπενεμέσησεν τῷ Ἀλεξάνδρου οἴκῳ, αὐτούς γε μὴν ἂν ἀποδεῖξαι καὶ ἐν ταπεινῷ σχήματι βιοτεύοντας. 13.416

Πολλὰ τοιαῦτα λεγόντων καὶ εἰς οἶκτον τῶν τεθνεώτων καὶ τῶν κινδυνευόντων τοὺς Ἀλεξάνδρου δαίμονας ἐπικαλουμένων, ἅπαντες οἱ περιεστῶτες ὥρμησαν εἰς δάκρυα, καὶ μάλιστα Ἀριστόβουλος ὅπως ἔχοι γνώμης ἐδήλου πολλὰ τὴν μητέρα κακίζων. 13.417ἀλλὰ γὰρ ἐκεῖνοι μὲν αὐτοὶ σφίσι τῶν συμφορῶν ἐγένοντο αἴτιοι, κατὰ φιλαρχίαν ἐκλελυσσηκυίᾳ γυναικὶ παρὰ τὸ εἰκὸς βασιλεύειν γενεᾶς ἐν ἀκμῇ οὔσης ἐπιτρέψαντες· δὲ οὐκ ἔχουσα τι πράξειε μετὰ τοῦ εὐπρεποῦς τὴν φυλακὴν τῶν χωρίων σφίσιν ἐπέτρεψεν, ὅτι μὴ Ὑρκανίας καὶ Ἀλεξανδρείου καὶ Μαχαιροῦντος, ἔνθα τὰ πλείστου ἄξια ἦν αὐτῇ. 13.418καὶ μετʼ οὐ πολὺ τὸν υἱὸν Ἀριστόβουλον μετὰ στρατιᾶς ἐξέπεμψεν ἐπὶ Δαμασκὸν κατὰ Πτολεμαίου τοῦ Μενναίου λεγομένου, ὃς βαρὺς ἦν τῇ πόλει γείτων. ἀλλʼ οἱ μὲν οὐδὲν ἐργασάμενοι σπουδῆς ἄξιον ὑπέστρεψαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.411 Joseph. AJ 13.416 (English) >>Joseph. AJ 13.421

Powered by PhiloLogic