13.416
Πολλὰ τοιαῦτα λεγόντων καὶ εἰς οἶκτον τῶν τεθνεώτων καὶ τῶν κινδυνευόντων τοὺς Ἀλεξάνδρου δαίμονας ἐπικαλουμένων, ἅπαντες οἱ περιεστῶτες ὥρμησαν εἰς δάκρυα, καὶ μάλιστα Ἀριστόβουλος ὅπως ἔχοι γνώμης ἐδήλου πολλὰ τὴν μητέρα κακίζων.
13.417ἀλλὰ γὰρ ἐκεῖνοι μὲν αὐτοὶ σφίσι τῶν συμφορῶν ἐγένοντο αἴτιοι, κατὰ φιλαρχίαν ἐκλελυσσηκυίᾳ γυναικὶ παρὰ τὸ εἰκὸς βασιλεύειν γενεᾶς ἐν ἀκμῇ οὔσης ἐπιτρέψαντες· ἡ δὲ οὐκ ἔχουσα ὅ τι πράξειε μετὰ τοῦ εὐπρεποῦς τὴν φυλακὴν τῶν χωρίων σφίσιν ἐπέτρεψεν, ὅτι μὴ Ὑρκανίας καὶ Ἀλεξανδρείου καὶ Μαχαιροῦντος, ἔνθα τὰ πλείστου ἄξια ἦν αὐτῇ.
13.418καὶ μετʼ οὐ πολὺ τὸν υἱὸν Ἀριστόβουλον μετὰ στρατιᾶς ἐξέπεμψεν ἐπὶ Δαμασκὸν κατὰ Πτολεμαίου τοῦ Μενναίου λεγομένου, ὃς βαρὺς ἦν τῇ πόλει γείτων. ἀλλʼ οἱ μὲν οὐδὲν ἐργασάμενοι σπουδῆς ἄξιον ὑπέστρεψαν.
13.419
Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης στρατοῦ μυριάσι τριάκοντα ἐμβεβληκὼς εἰς τὴν Συρίαν καὶ ἐπὶ τῆς Ἰουδαίας ἀφιξόμενος. τοῦτο ὥσπερ εἰκὸς ἐφόβησε τὴν βασίλισσαν καὶ τὸ ἔθνος. δῶρα δὴ καὶ πολλὰ καὶ λόγου ἄξια πέμπουσιν αὐτῷ καὶ πρέσβεις πολιορκοῦντι Πτολεμαΐδα.
13.420βασίλισσα γὰρ Σελήνη ἡ καὶ Κλεοπάτρα καλουμένη τῶν ἐν τῇ Συρίᾳ κατέχειν, ἣ καὶ ἐνήγαγεν τοὺς ἐνοικοῦντας ἀποκλεῖσαι Τιγράνη νῦν ἐτύγχανεν καὶ ἐδέοντο χρηστὰ περὶ τῆς βασιλίσσης καὶ τοῦ ἔθνους συγγινώσκειν.