Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.37 Joseph. AJ 13.42 (English) >>Joseph. AJ 13.46

13.40ἀναγνωσθέντων δὲ τούτων οἱ ἀσεβεῖς καὶ φυγάδες οἱ ἐκ τῆς ἀκροπόλεως λίαν ἔδεισαν ἐπιτετροφότος Ἰωνάθῃ τοῦ βασιλέως στρατιὰν συλλέγειν καὶ τοὺς ὁμήρους ἀπολαβεῖν. δὲ τοῖς γονεῦσιν ἑκάστῳ τὸν ἴδιον ἀπέδωκεν. 13.41καὶ οὕτως μὲν Ἰωνάθης ἐν Ἱεροσολύμοις τὴν μονὴν ἐποιεῖτο καινίζων τὰ κατὰ τὴν πόλιν καὶ πρὸς τὴν αὐτοῦ βούλησιν κατασκευάζων ἕκαστον. ἐκέλευσε γὰρ οἰκοδομηθῆναι καὶ τὰ τείχη τῆς πόλεως ἐκ λίθων τετραγώνων, ὡς ἂν καὶ πρὸς τοὺς πολέμους ἀσφαλέστερα. 13.42ταῦτα δʼ ὁρῶντες οἱ τῶν φρουρίων τῶν ἐν τῇ Ἰουδαίᾳ φύλακες ἐκλιπόντες αὐτὰ πάντες ἔφυγον εἰς Ἀντιόχειαν πάρεξ τῶν ἐν Βαιθσούρᾳ πόλει καὶ τῶν ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων· οὗτοι γὰρ πλείων μοῖρα τῶν ἀσεβῶν καὶ πεφευγότων Ἰουδαίων ἦσαν καὶ διὰ τοῦτο τὰς φρουρὰς οὐκ ἐγκατέλιπον. 13.43

Γνοὺς δὲ Ἀλέξανδρος τάς τε ὑποσχέσεις, ἃς ἐποιήσατο Δημήτριος πρὸς Ἰωνάθην, καὶ τὴν ἀνδρείαν αὐτοῦ καὶ ὁπόσα διέθηκεν πολεμῶν τοὺς Μακεδόνας καὶ πάλιν οἷα πεπονθὼς αὐτὸς εἴη ὑπὸ Δημητρίου καὶ Βακχίδου τοῦ Δημητρίου στρατηγοῦ, σύμμαχον οὐκ ἂν εὑρεῖν Ἰωνάθου ἀμείνω πρὸς τοὺς φίλους ἔλεγεν ἐν τῷ παρόντι καιρῷ, ὃς καὶ πρὸς τοὺς πολέμους ἐστὶν ἀνδρεῖος, καὶ μῖσος οἰκεῖον ἔχει πρὸς Δημήτριον πολλὰ πεπονθὼς ὑπʼ αὐτοῦ κακὰ καὶ πεποιηκώς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.37 Joseph. AJ 13.42 (English) >>Joseph. AJ 13.46

Powered by PhiloLogic