Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.417 Joseph. AJ 13.422 (English) >>Joseph. AJ 13.427

13.420βασίλισσα γὰρ Σελήνη καὶ Κλεοπάτρα καλουμένη τῶν ἐν τῇ Συρίᾳ κατέχειν, καὶ ἐνήγαγεν τοὺς ἐνοικοῦντας ἀποκλεῖσαι Τιγράνη νῦν ἐτύγχανεν καὶ ἐδέοντο χρηστὰ περὶ τῆς βασιλίσσης καὶ τοῦ ἔθνους συγγινώσκειν. 13.421 δὲ ἀποδεξάμενος αὐτοὺς τῆς ἐκ διαστήματος θεραπείας ἐλπίδας ὑπέθετο χρηστάς. ἄρτι δὲ τῆς Πτολεμαΐδος ἑαλωκυίας ἀγγέλλεται Τιγράνῃ Λεύκολλον διώκοντα Μιθριδάτην ἐκείνου μὲν διαμαρτεῖν εἰς τοὺς Ἴβηρας ἀναφυγόντος, τὴν δὲ Ἀρμενίαν πορθήσαντα πολιορκεῖν Τιγράνης δὲ καὶ ταῦτʼ ἐπιγνοὺς ἀνεχώρει τὴν ἐπʼ οἴκου. 13.422

Μετὰ δὲ τοῦτο τῆς βασιλίσσης εἰς νόσον χαλεπὴν ἐμπεσούσης δόξαν Ἀριστοβούλῳ τοῖς πράγμασιν ἐπιτίθεσθαι τῆς νυκτὸς ὑπεξελθὼν μεθʼ ἑνὸς τῶν θεραπόντων ᾔει ἐπὶ τὰ φρούρια, ἵνα οἱ πατρῷοι κατετάχθησαν αὐτῷ φίλοι. 13.423πάλαι γὰρ ἀχθόμενος οἷς ἔπραττεν μήτηρ πολὺ μᾶλλον ἔδεισε, μὴ ἀποθανούσης ἐπὶ τοῖς Φαρισαίοις τὸ πᾶν γένος αὐτοῖς ὑπάρξειεν· ἑώρα γὰρ τὸ ἀδύνατον τοῦ μέλλοντος διαδέχεσθαι τὴν ἀρχὴν ἀδελφοῦ. 13.424ξυνῄδει δὲ γυνὴ μόνη τῇ πράξει, ἣν κατέλιπεν αὐτόθι μετὰ τῆς γενεᾶς. καὶ πρῶτον ἀφικόμενος εἰς Ἄγαβα, ἔνθα Γαλαίστης ἦν τῶν δυνατῶν, ὑπεδέχθη πρὸς αὐτοῦ. 13.425μεθʼ ἡμέραν δὲ αἴσθησις γίνεται τῇ βασιλίσσῃ τῆς Ἀριστοβούλου φυγῆς, καὶ μέχρι τινὸς ᾤετο γεγονέναι τὴν ἀναχώρησιν οὐκ ἐπὶ νεωτερισμῷ· ὡς μέντοι ἧκον ἀπαγγέλλοντες ἄλλοι ἐπʼ ἄλλοις, ὅτι κατειλήφει τὸ πρῶτον χωρίον καὶ τὸ δεύτερον καὶ ξύμπαντα, εὐθὺς γὰρ ἑνὸς ἀρξαμένου πάντα ἠπείγετο πρὸς τὸ ἐκείνου βούλημα, τότε δὴ ἐν μεγίσταις ταραχαῖς ὑπῆρχεν τε βασίλισσα καὶ τὸ ἔθνος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.417 Joseph. AJ 13.422 (English) >>Joseph. AJ 13.427

Powered by PhiloLogic