Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.424 Joseph. AJ 13.428 (English) >>Joseph. AJ 13.433

13.427Ἀριστοβούλῳ δὲ ὡς ἂν ἐκ πολλῶν συχνὰ ἀνήχθη, ἀφʼ ὧν ἤδη καὶ κόσμος βασίλειος περὶ αὐτὸν ἦν· σχεδὸν γὰρ ἐν ἡμέραις δεκαπέντε χωρίων ἐκράτησεν εἰκοσιδύο, ὅθεν ἀφορμὰς ἔχων στρατιὰν ἤθροιζεν ἀπὸ Λιβάνου καὶ Τράχωνος καὶ τῶν μονάρχων· οἱ γὰρ ἄνθρωποι τῷ πλείονι ὑπαγόμενοι ῥᾳδίως ὑπήκουον· ἄλλως δὲ νομίζοντες, εἰ δὴ ξυλλάβοιεν αὐτῷ, τῶν μὴ προσδοκωμένων οὐχ ἧσσον καρπώσεσθαι τὴν βασιλείαν ὡς αὐτοὶ τοῦ κρατῆσαι πρόφασις γενηθέντες. 13.428τῶν δὲ Ἰουδαίων οἱ πρεσβύτεροι καὶ Ὑρκανὸς ἐσῄεσαν ὡς τὴν βασίλισσαν καὶ ἐδέοντο ὑποθέσθαι γνώμην περὶ τῶν ἐνεστώτων· τὸν γὰρ Ἀριστόβουλον τῶν πάντων σχεδὸν ἤδη κυριεύειν, ὁπότε χωρίων τοσούτων κρατήσειεν· ἄτοπον δέ, εἰ καὶ τὰ μάλιστα κάμνοι, περιούσης αὐτῆς κατὰ σφᾶς βουλεύεσθαι· περιεστάναι δὲ τὸν κίνδυνον οὐ διὰ μακροῦ σφίσιν. 13.429 δὲ αὐτοὺς ἐκέλευσε πράττειν τι δοκοῦσι χρήσιμον εἶναι· πολλὰς δʼ ἀφορμὰς αὐτοῖς λείπεσθαι, τὸ ἔθνος ἐρρωμένον καὶ τὴν δύναμιν καὶ τὰ ἐν τοῖς γαζοφυλακίοις χρήματα· αὐτῇ μὲν γὰρ μικρὸν ἔτι μέλειν τῶν πραγμάτων ὡς ἂν ὑπολείποντος ἤδη τοῦ σώματος. 13.430

Ταῦτʼ εἰποῦσα μετʼ οὐ πολὺ ἐτελεύτησεν βασιλεύσασα ἔτη ἐννέα, τὰ δὲ σύμπαντα βιώσασα τρία καὶ ἑβδομήκοντα, γυνὴ τῷ ἀσθενεῖ τοῦ φύλου κατʼ οὐδὲν χρησαμένη· δεινὴ γὰρ εἰς τὸ φίλαρχον ἐν ταῖς μάλιστα γενομένη διήλεγξεν ἔργοις τό τε πρακτικὸν τῆς ἐν αὐτῇ γνώμης καὶ τὸ ἀσύνετον τῶν ἀεὶ πταιόντων περὶ τὰς δυναστείας ἀνδρῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.424 Joseph. AJ 13.428 (English) >>Joseph. AJ 13.433

Powered by PhiloLogic