Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.426 Joseph. AJ 13.430 (English) >>Joseph. AJ 13.433

13.428τῶν δὲ Ἰουδαίων οἱ πρεσβύτεροι καὶ Ὑρκανὸς ἐσῄεσαν ὡς τὴν βασίλισσαν καὶ ἐδέοντο ὑποθέσθαι γνώμην περὶ τῶν ἐνεστώτων· τὸν γὰρ Ἀριστόβουλον τῶν πάντων σχεδὸν ἤδη κυριεύειν, ὁπότε χωρίων τοσούτων κρατήσειεν· ἄτοπον δέ, εἰ καὶ τὰ μάλιστα κάμνοι, περιούσης αὐτῆς κατὰ σφᾶς βουλεύεσθαι· περιεστάναι δὲ τὸν κίνδυνον οὐ διὰ μακροῦ σφίσιν. 13.429 δὲ αὐτοὺς ἐκέλευσε πράττειν τι δοκοῦσι χρήσιμον εἶναι· πολλὰς δʼ ἀφορμὰς αὐτοῖς λείπεσθαι, τὸ ἔθνος ἐρρωμένον καὶ τὴν δύναμιν καὶ τὰ ἐν τοῖς γαζοφυλακίοις χρήματα· αὐτῇ μὲν γὰρ μικρὸν ἔτι μέλειν τῶν πραγμάτων ὡς ἂν ὑπολείποντος ἤδη τοῦ σώματος. 13.430

Ταῦτʼ εἰποῦσα μετʼ οὐ πολὺ ἐτελεύτησεν βασιλεύσασα ἔτη ἐννέα, τὰ δὲ σύμπαντα βιώσασα τρία καὶ ἑβδομήκοντα, γυνὴ τῷ ἀσθενεῖ τοῦ φύλου κατʼ οὐδὲν χρησαμένη· δεινὴ γὰρ εἰς τὸ φίλαρχον ἐν ταῖς μάλιστα γενομένη διήλεγξεν ἔργοις τό τε πρακτικὸν τῆς ἐν αὐτῇ γνώμης καὶ τὸ ἀσύνετον τῶν ἀεὶ πταιόντων περὶ τὰς δυναστείας ἀνδρῶν. 13.431τὸ γὰρ παρὸν κρεῖττον ἀξιοῦσα τοῦ μέλλοντος καὶ πάντα δεύτερα τιθεμένη τοῦ ἐγκρατῶς ἄρχειν, οὔτε καλοῦ οὔτε δικαίου ἕνεκά γε τούτων ἐπεστρέφετο. 13.432εἰς γοῦν τοῦτο τῷ οἴκῳ ἀτυχίας τὰ πράγματα περιέστησεν, ὥσθʼ ἣν μετὰ πλείστων κινδύνων καὶ ταλαιπωρίας περιεκτήσατο δυναστείαν ἐπιθυμίᾳ τῶν μὴ προσηκόντων γυναικὶ χρόνοις οὐ πολλοῖς ὕστερον ἀφαιρεθῆναι, τοῖς μὲν δυσμενῶς ἔχουσιν πρὸς τὸ γένος αὐτῶν τὴν αὐτὴν γνώμην προσθεῖσα, τὴν δὲ ἀρχὴν ἔρημον τῶν προκηδομένων ποιησαμένη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.426 Joseph. AJ 13.430 (English) >>Joseph. AJ 13.433

Powered by PhiloLogic