13.430
Ταῦτʼ εἰποῦσα μετʼ οὐ πολὺ ἐτελεύτησεν βασιλεύσασα ἔτη ἐννέα, τὰ δὲ σύμπαντα βιώσασα τρία καὶ ἑβδομήκοντα, γυνὴ τῷ ἀσθενεῖ τοῦ φύλου κατʼ οὐδὲν χρησαμένη· δεινὴ γὰρ εἰς τὸ φίλαρχον ἐν ταῖς μάλιστα γενομένη διήλεγξεν ἔργοις τό τε πρακτικὸν τῆς ἐν αὐτῇ γνώμης καὶ τὸ ἀσύνετον τῶν ἀεὶ πταιόντων περὶ τὰς δυναστείας ἀνδρῶν.
13.431τὸ γὰρ παρὸν κρεῖττον ἀξιοῦσα τοῦ μέλλοντος καὶ πάντα δεύτερα τιθεμένη τοῦ ἐγκρατῶς ἄρχειν, οὔτε καλοῦ οὔτε δικαίου ἕνεκά γε τούτων ἐπεστρέφετο.
13.432εἰς γοῦν τοῦτο τῷ οἴκῳ ἀτυχίας τὰ πράγματα περιέστησεν, ὥσθʼ ἣν μετὰ πλείστων κινδύνων καὶ ταλαιπωρίας περιεκτήσατο δυναστείαν ἐπιθυμίᾳ τῶν μὴ προσηκόντων γυναικὶ χρόνοις οὐ πολλοῖς ὕστερον ἀφαιρεθῆναι, τοῖς μὲν δυσμενῶς ἔχουσιν πρὸς τὸ γένος αὐτῶν τὴν αὐτὴν γνώμην προσθεῖσα, τὴν δὲ ἀρχὴν ἔρημον τῶν προκηδομένων ποιησαμένη.
13.433καὶ ξυμφορῶν δὲ ἐνέπλησε καὶ ταραχῆς ἐξ ὧν ζῶσα ἐπολιτεύσατο καὶ μετὰ τὴν τελευτὴν τὸ βασίλειον· οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἄρξασα ἐν εἰρήνῃ καὶ ἀταραξίᾳ τὸ ἔθνος διεφύλαξεν. τὰ μὲν οὖν περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν τοῦτο εἶχεν τὸ τέλος· ἔρχομαι δὲ λέξων τὰ τοῖς υἱέσιν αὐτῆς συμβεβηκότα Ἀριστοβούλῳ καὶ Ὑρκανῷ μετὰ τὴν ἐκείνης τελευτὴν ἐν τῇ μετὰ ταύτην μου βίβλῳ.