Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.47 Joseph. AJ 13.52 (English) >>Joseph. AJ 13.57

13.50καὶ ὑπὲρ κεφαλῆς ἑκάστης ἔδει μοι δίδοσθαι τῶν ἐν τῇ Ἰουδαίᾳ κατοικούντων καὶ τῶν τριῶν τοπαρχιῶν τῶν τῇ Ἰουδαίᾳ προσκειμένων Σαμαρείας καὶ Γαλιλαίας καὶ Περαίας, τούτους παραχωρῶ ὑμῖν ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον. 13.51καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἱερὰν καὶ ἄσυλον εἶναι βούλομαι καὶ ἐλευθέραν ἕως τῶν ὅρων αὐτῆς ἀπὸ τῆς δεκάτης καὶ τῶν τελῶν. τὴν δὲ ἄκραν ἐπιτρέπω τῷ ἀρχιερεῖ ὑμῶν Ἰωνάθῃ, οὓς δʼ ἂν αὐτὸς δοκιμάσῃ πιστοὺς καὶ φίλους τούτους ἐν αὐτῇ φρουροὺς καταστῆσαι, ἵνα φυλάσσωσιν ἡμῖν αὐτήν. 13.52καὶ Ἰουδαίων δὲ τοὺς αἰχμαλωτισθέντας καὶ δουλεύοντας ἐν τῇ ἡμετέρᾳ ἀφίημι ἐλευθέρους. κελεύω δὲ μηδὲ ἀγγαρεύεσθαι τὰ Ἰουδαίων ὑποζύγια· τὰ δὲ σάββατα καὶ ἑορτὴν ἅπασαν καὶ τρεῖς καὶ πρὸ τῆς ἑορτῆς ἡμέρας ἔστωσαν ἀτελεῖς. 13.53τὸν αὐτὸν τρόπον καὶ τοὺς ἐν τῇ ἐμῇ κατοικοῦντας Ἰουδαίους ἐλευθέρους καὶ ἀνεπηρεάστους ἀφίημι, καὶ τοῖς στρατεύεσθαι μετʼ ἐμοῦ βουλομένοις ἐπιτρέπω καὶ μέχρις τρισμυρίων ἐξέστω τοῦτο· τῶν δʼ αὐτῶν, ὅποι ἂν ἀπίωσι, τεύξονται ὧν καὶ τὸ ἐμὸν στράτευμα μεταλαμβάνει. καταστήσω δʼ αὐτῶν οὓς μὲν εἰς τὰ φρούρια, τινὰς δὲ περὶ τὴν φυλακὴν τοὐμοῦ σώματος, καὶ ἡγεμόνας δὲ ποιήσω τῶν περὶ τὴν ἐμὴν αὐλήν. 13.54ἐπιτρέπω δὲ καὶ τοῖς πατρῴοις χρῆσθαι νόμοις καὶ τούτους φυλάττειν, καὶ τοῖς τρισὶν τοῖς προσκειμένοις τῇ Ἰουδαίᾳ νομοῖς ὑποτάσσεσθαι βούλομαι, καὶ τῷ ἀρχιερεῖ δὲ ἐπιμελὲς εἶναι, ἵνα μηδὲ εἷς Ἰουδαῖος ἄλλο ἔχῃ ἱερὸν προσκυνεῖν μόνον τὸ ἐν Ἱεροσολύμοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.47 Joseph. AJ 13.52 (English) >>Joseph. AJ 13.57

Powered by PhiloLogic