Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.50 Joseph. AJ 13.56 (English) >>Joseph. AJ 13.61

13.54ἐπιτρέπω δὲ καὶ τοῖς πατρῴοις χρῆσθαι νόμοις καὶ τούτους φυλάττειν, καὶ τοῖς τρισὶν τοῖς προσκειμένοις τῇ Ἰουδαίᾳ νομοῖς ὑποτάσσεσθαι βούλομαι, καὶ τῷ ἀρχιερεῖ δὲ ἐπιμελὲς εἶναι, ἵνα μηδὲ εἷς Ἰουδαῖος ἄλλο ἔχῃ ἱερὸν προσκυνεῖν μόνον τὸ ἐν Ἱεροσολύμοις. 13.55δίδωμι δʼ ἐκ τῶν ἐμῶν καὶ εἰς τὴν δαπάνην τῶν θυσιῶν κατʼ ἔτος μυριάδας πεντεκαίδεκα, τὰ δὲ περισσεύοντα τῶν χρημάτων ὑμέτερα εἶναι βούλομαι· τὰς δὲ μυρίας δραχμάς, ἃς ἐλάμβανον ἐκ τοῦ ἱεροῦ οἱ βασιλεῖς, ὑμῖν ἀφίημι διὰ τὸ προσήκειν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν τῷ ἱερῷ. 13.56καὶ ὅσοι δʼ ἂν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰ ἀπʼ αὐτοῦ χρηματίζοντα βασιλικὰ ὀφείλοντες χρήματα διʼ ἄλλην αἰτίαν, ἀπολελύσθωσαν οὗτοι καὶ τὰ ὑπάρχοντα αὐτοῖς σῶα ἔστω. 13.57ἐπιτρέπω δὲ καὶ ἀνακαινίζειν τὸ ἱερὸν καὶ οἰκοδομεῖν τῆς εἰς ταῦτα δαπάνης ἐκ τῶν ἐμῶν γινομένης, καὶ τὰ τείχη δὲ συγχωρῶ τὰ τῆς πόλεως οἰκοδομεῖσθαι καὶ πύργους ὑψηλοὺς ἐγείρειν καὶ ταῦτα ἐκ τῶν ἐμῶν ἀνιστᾶν πάντα. εἰ δέ τι καὶ φρούριόν ἐστιν, συμφέρει τῇ χώρᾳ τῇ Ἰουδαίων ὀχυρὸν εἶναι, καὶ τοῦτʼ ἐκ τῶν ἐμῶν κατασκευασθήτω.” 13.58

Ταῦτα μὲν ὑπισχνούμενος καὶ χαριζόμενος ἔγραψεν τοῖς Ἰουδαίοις Δημήτριος. Ἀλέξανδρος δὲ βασιλεὺς δύναμιν μεγάλην συναγαγὼν μισθοφόρων καὶ τῶν προσθεμένων ἐκ τῆς Συρίας αὐτῷ στρατιωτῶν ἐπὶ τὸν Δημήτριον ἐστράτευσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.50 Joseph. AJ 13.56 (English) >>Joseph. AJ 13.61

Powered by PhiloLogic