Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.54 Joseph. AJ 13.58 (English) >>Joseph. AJ 13.63

13.56καὶ ὅσοι δʼ ἂν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰ ἀπʼ αὐτοῦ χρηματίζοντα βασιλικὰ ὀφείλοντες χρήματα διʼ ἄλλην αἰτίαν, ἀπολελύσθωσαν οὗτοι καὶ τὰ ὑπάρχοντα αὐτοῖς σῶα ἔστω. 13.57ἐπιτρέπω δὲ καὶ ἀνακαινίζειν τὸ ἱερὸν καὶ οἰκοδομεῖν τῆς εἰς ταῦτα δαπάνης ἐκ τῶν ἐμῶν γινομένης, καὶ τὰ τείχη δὲ συγχωρῶ τὰ τῆς πόλεως οἰκοδομεῖσθαι καὶ πύργους ὑψηλοὺς ἐγείρειν καὶ ταῦτα ἐκ τῶν ἐμῶν ἀνιστᾶν πάντα. εἰ δέ τι καὶ φρούριόν ἐστιν, συμφέρει τῇ χώρᾳ τῇ Ἰουδαίων ὀχυρὸν εἶναι, καὶ τοῦτʼ ἐκ τῶν ἐμῶν κατασκευασθήτω.” 13.58

Ταῦτα μὲν ὑπισχνούμενος καὶ χαριζόμενος ἔγραψεν τοῖς Ἰουδαίοις Δημήτριος. Ἀλέξανδρος δὲ βασιλεὺς δύναμιν μεγάλην συναγαγὼν μισθοφόρων καὶ τῶν προσθεμένων ἐκ τῆς Συρίας αὐτῷ στρατιωτῶν ἐπὶ τὸν Δημήτριον ἐστράτευσεν. 13.59καὶ μάχης γενομένης τὸ μὲν εὐώνυμον κέρας τοῦ Δημητρίου τρέπεται τοὺς ἐναντίους εἰς φυγὴν καὶ ἐδίωξεν ἄχρι πολλοῦ κτείνει τε συχνοὺς αὐτῶν καὶ διαρπάζει τὸ στρατόπεδον, τὸ δὲ δεξιόν, οὗ συνέβαινεν εἶναι τὸν Δημήτριον, ἡττᾶται. 13.60καὶ οἱ μὲν ἄλλοι πάντες ἔφυγον, Δημήτριος δὲ γενναίως μαχόμενος οὐκ ὀλίγους μὲν ἀναιρεῖ τῶν πολεμίων, διώκων δὲ τοὺς ἄλλους ἐλαύνει τὸν ἵππον εἰς τέλμα βαθὺ καὶ δυσεκπόρευτον, ἔνθα συνέβη πεσόντος αὐτῷ τοῦ ἵππου μὴ δυνάμενον διαφυγεῖν ἀναιρεθῆναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.54 Joseph. AJ 13.58 (English) >>Joseph. AJ 13.63

Powered by PhiloLogic