Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.54 Joseph. AJ 13.60 (English) >>Joseph. AJ 13.65

13.58

Ταῦτα μὲν ὑπισχνούμενος καὶ χαριζόμενος ἔγραψεν τοῖς Ἰουδαίοις Δημήτριος. Ἀλέξανδρος δὲ βασιλεὺς δύναμιν μεγάλην συναγαγὼν μισθοφόρων καὶ τῶν προσθεμένων ἐκ τῆς Συρίας αὐτῷ στρατιωτῶν ἐπὶ τὸν Δημήτριον ἐστράτευσεν. 13.59καὶ μάχης γενομένης τὸ μὲν εὐώνυμον κέρας τοῦ Δημητρίου τρέπεται τοὺς ἐναντίους εἰς φυγὴν καὶ ἐδίωξεν ἄχρι πολλοῦ κτείνει τε συχνοὺς αὐτῶν καὶ διαρπάζει τὸ στρατόπεδον, τὸ δὲ δεξιόν, οὗ συνέβαινεν εἶναι τὸν Δημήτριον, ἡττᾶται. 13.60καὶ οἱ μὲν ἄλλοι πάντες ἔφυγον, Δημήτριος δὲ γενναίως μαχόμενος οὐκ ὀλίγους μὲν ἀναιρεῖ τῶν πολεμίων, διώκων δὲ τοὺς ἄλλους ἐλαύνει τὸν ἵππον εἰς τέλμα βαθὺ καὶ δυσεκπόρευτον, ἔνθα συνέβη πεσόντος αὐτῷ τοῦ ἵππου μὴ δυνάμενον διαφυγεῖν ἀναιρεθῆναι. 13.61τὸ γὰρ συμβεβηκὸς περὶ αὐτὸν ἰδόντες οἱ πολέμιοι ἀνέστρεψαν καὶ κυκλωσάμενοι τὸν Δημήτριον πάντες ἐπʼ αὐτὸν ἠκόντιζον. δὲ πεζὸς ὢν γενναίως ἀπεμάχετο, καὶ τελευταῖον τραύματα λαβὼν πολλὰ καὶ μηκέτʼ ἀντέχειν δυνάμενος κατέπεσεν. καὶ τέλος μὲν τοιοῦτον τὸν Δημήτριον κατέλαβεν ἔτη βασιλεύσαντα ἕνδεκα, ὡς καὶ ἐν ἄλλοις δεδηλώκαμεν. 13.62

δὲ Ὀνίου τοῦ ἀρχιερέως υἱὸς ὁμώνυμος δὲ ὢν τῷ πατρί, ὃς ἐν Ἀλεξανδρείᾳ φυγὼν πρὸς τὸν βασιλέα Πτολεμαῖον τὸν ἐπικαλούμενον Φιλομήτορα διῆγεν, ὡς καὶ πρότερον εἰρήκαμεν, ἰδὼν τὴν Ἰουδαίαν κακουμένην ὑπὸ τῶν Μακεδόνων καὶ τῶν βασιλέων αὐτῶν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.54 Joseph. AJ 13.60 (English) >>Joseph. AJ 13.65

Powered by PhiloLogic