Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.63 Joseph. AJ 13.68 (English) >>Joseph. AJ 13.73

13.66καὶ πλείστους εὑρὼν παρὰ τὸ καθῆκον ἔχοντας ἱερὰ καὶ διὰ τοῦτο δύσνους ἀλλήλοις, καὶ Αἰγυπτίοις συμβέβηκεν διὰ τὸ πλῆθος τῶν ἱερῶν καὶ τὸ περὶ τὰς θρησκείας οὐχ ὁμόδοξον, ἐπιτηδειότατον εὑρὼν τόπον ἐν τῷ προσαγορευομένῳ τῆς ἀγρίας Βουβάστεως ὀχυρώματι βρύοντα ποικίλης ὕλης καὶ τῶν ἱερῶν ζῴων μεστόν, 13.67δέομαι συγχωρῆσαί μοι τὸ ἀδέσποτον ἀνακαθάραντι ἱερὸν καὶ συμπεπτωκὸς οἰκοδομῆσαι ναὸν τῷ μεγίστῳ θεῷ καθʼ ὁμοίωσιν τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς μέτροις ὑπὲρ σοῦ καὶ τῆς σῆς γυναικὸς καὶ τῶν τέκνων, ἵνʼ ἔχωσιν οἱ τὴν Αἴγυπτον κατοικοῦντες Ἰουδαῖοι εἰς αὐτὸ συνιόντες κατὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ταῖς σαῖς ἐξυπηρετεῖν χρείαις· 13.68καὶ γὰρ Ἡσαΐας προφήτης τοῦτο προεῖπεν· ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ κυρίῳ τῷ θεῷ· καὶ πολλὰ δὲ προεφήτευσεν ἄλλα τοιαῦτα διὰ τὸν τόπον.” 13.69

Καὶ ταῦτα μὲν Ὀνίας τῷ βασιλεῖ Πτολεμαίῳ γράφει. κατανοήσειε δʼ ἄν τις αὐτοῦ τὴν εὐσέβειαν καὶ Κλεοπάτρας τῆς ἀδελφῆς αὐτοῦ καὶ γυναικὸς ἐξ ἧς ἀντέγραψαν ἐπιστολῆς· τὴν γὰρ ἁμαρτίαν καὶ τὴν τοῦ νόμου παράβασιν εἰς τὴν Ὀνίου κεφαλὴν ἀνέθεσαν· 13.70ἀντέγραψαν γὰρ οὕτως· “βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα Ὀνίᾳ χαίρειν. ἀνέγνωμέν σου τὴν ἐπιστολὴν ἀξιοῦντος ἐπιτραπῆναί σοι τὸ ἐν Λεόντων πόλει τοῦ Ἡλιοπολίτου ἱερὸν συμπεπτωκὸς ἀνακαθᾶραι, προσαγορευόμενον δὲ τῆς ἀγρίας Βουβάστεως. διὸ καὶ θαυμάζομεν, εἰ ἔσται τῷ θεῷ κεχαρισμένον τὸ καθιδρυσόμενον ἱερὸν ἐν ἀσελγεῖ τόπῳ καὶ πλήρει ζῴων ἱερῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.63 Joseph. AJ 13.68 (English) >>Joseph. AJ 13.73

Powered by PhiloLogic