Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.1 Joseph. AJ 13.8 (English) >>Joseph. AJ 13.12

13.5ταύτης δὲ τῆς συμφορᾶς τοῖς Ἰουδαίοις τηλικαύτης γενομένης, ἡλίκης οὐκ ἦσαν πεπειραμένοι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, οἱ περιλειφθέντες τῶν ἑταίρων τῶν Ἰούδου βλέποντες ἀπολλύμενον οἰκτρῶς τὸ ἔθνος προσελθόντες αὐτοῦ τῷ ἀδελφῷ Ἰωνάθῃ μιμεῖσθαι τὸν ἀδελφὸν αὐτοῦ καὶ τὴν ἐκείνου περὶ τῶν ὁμοφύλων πρόνοιαν ἠξίουν ἀποθανόντος ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, καὶ μὴ περιορᾶν ἀπροστάτητον τὸ ἔθνος μηδʼ ἐν οἷς φθείρεται. 13.6 δʼ Ἰωνάθης φήσας ἑτοίμως ἔχειν ἀποθνήσκειν ὑπὲρ αὐτῶν καὶ νομισθεὶς κατὰ μηδὲν εἶναι χείρων τἀδελφοῦ στρατηγὸς ἀποδείκνυται τῶν Ἰουδαίων. 13.7

δὲ Βακχίδης ἀκούσας καὶ φοβηθείς, μὴ παράσχῃ πράγματα τῷ βασιλεῖ καὶ τοῖς Μακεδόσιν Ἰωνάθης, ὡς καὶ πρότερον Ἰούδας, ἀποκτεῖναι δόλῳ τοῦτον ἐζήτει. 13.8ταύτην δὲ ἔχων τὴν προαίρεσιν οὐκ ἔλαθεν τὸν Ἰωνάθην οὐδὲ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα, ἀλλὰ γὰρ μαθόντες οὗτοι καὶ παραλαβόντες τοὺς ἑταίρους ἅπαντας εἰς τὴν ἐρημίαν τὴν ἔγγιστα τῆς πόλεως τὸ τάχος ἔφυγον, καὶ παραγενόμενοι ἐπὶ τὸ ὕδωρ τὸ καλούμενον λάκκου Ἀσφὰρ αὐτόθι διῆγον. 13.9 δὲ Βακχίδης αἰσθόμενος αὐτοὺς ἀπηρκότας καὶ ἐν ἐκείνῳ τῷ τόπῳ τυγχάνοντας ὥρμησεν ἐπʼ αὐτοὺς μετὰ πάσης τῆς δυνάμεως, καὶ πέραν τοῦ Ἰορδάνου στρατοπεδευσάμενος ἀνελάμβανε τὴν δύναμιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.1 Joseph. AJ 13.8 (English) >>Joseph. AJ 13.12

Powered by PhiloLogic