Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.82 Joseph. AJ 13.86 (English) >>Joseph. AJ 13.91

13.84Ἀλέξανδρος δʼ αὐτὸν ἠνάγκασεν καὶ ἀποδυσάμενον τὴν οἰκείαν ἐσθῆτα λαβεῖν πορφύραν, καὶ συγκαθεσθῆναι ποιήσας αὐτὸν ἐπὶ τοῦ βήματος προσέταξεν τοὺς ἡγεμόνας εἰς μέσην μετʼ αὐτοῦ προελθόντας τὴν πόλιν κηρῦξαι, μηδενὶ κατʼ αὐτοῦ λέγειν ἐφεῖσθαι μηδὲ παρέχειν αὐτῷ πράγματα. 13.85τοῦτο δὲ ποιησάντων τῶν ἡγεμόνων ὁρῶντες τὴν παρὰ τοῦ βασιλέως κεκηρυγμένην Ἰωνάθῃ τιμὴν οἱ κατηγορεῖν παρεσκευασμένοι καὶ πρὸς αὐτὸν ἀπεχθῶς ἔχοντες ἀπέδρασαν, μὴ καὶ προσλάβωσίν τι κακὸν δεδιότες. τοσαύτῃ δὲ σπουδῇ περὶ τὸν Ἰωνάθην βασιλεὺς Ἀλέξανδρος ἐχρῆτο, ὥστʼ αὐτὸν καὶ πρῶτον ἀναγράψαι τῶν φίλων. 13.86

Ἔτει δὲ πέμπτῳ καὶ ἑξηκοστῷ πρὸς τοῖς ἑκατὸν Δημήτριος Δημητρίου μετὰ πολλῶν μισθοφόρων, οὓς παρέσχεν αὐτῷ Λασθένης Κρής, ἄρας ἀπὸ τῆς Κρήτης κατέπλευσεν εἰς Κιλικίαν. 13.87τοῦτο δὲ Ἀλέξανδρον ἀκούσαντα εἰς ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλεν καὶ παραχρῆμα ἐκ τῆς Φοινίκης εἰς Ἀντιόχειαν ἔσπευσεν, ἵνα τὰ ἐκεῖ πρὶν Δημήτριον ἐλθεῖν ἀσφαλῶς θῆται. 13.88κατέλιπεν δὲ τῆς κοίλης Συρίας Ἀπολλώνιον τὸν Τάον ἡγεμόνα, ὃς μετὰ πολλῆς δυνάμεως εἰς Ἰάμνειαν ἐλθὼν ἔπεμψε πρὸς Ἰωνάθην τὸν ἀρχιερέα, λέγων ἄδικον εἶναι μόνον αὐτὸν ἐπʼ ἀδείας ζῆν καὶ μετὰ ἐξουσίας οὐχ ὑποτασσόμενον τῷ βασιλεῖ· τοῦτο δʼ αὐτῷ παρὰ πάντων ὄνειδος φέρειν, ὅτι μὴ ὑποτάξειεν αὐτὸν τῷ βασιλεῖ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.82 Joseph. AJ 13.86 (English) >>Joseph. AJ 13.91

Powered by PhiloLogic