Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.87 Joseph. AJ 13.92 (English) >>Joseph. AJ 13.97

13.90ἴσθι μέντοι γε τοὺς ἀρίστους ἐξ ἑκάστης πόλεως ἐμοὶ συστρατεύεσθαι· καὶ γὰρ δὴ τοὺς σοὺς προγόνους οἱ ἀεὶ νικῶντές εἰσιν οὗτοι. ποιήσῃ δὲ τὸν πρὸς ἡμᾶς ἀγῶνα ἐν τοιαύτῃ γῇ, ἐν λίθοις οὐκ ἔστιν ἀλλʼ ὅπλοις ἀμύνασθαι οὐδὲ τόπος εἰς ὃν ἡττώμενος φεύξῃ.” 13.91

Παροξυνθεὶς δʼ ἐπὶ τούτοις Ἰωνάθης μυρίους ἐπιλεξάμενος στρατιώτας ὥρμησεν ἐξ Ἱεροσολύμων μετὰ καὶ Σίμωνος τἀδελφοῦ, καὶ γενόμενος ἐν Ἰόππῃ στρατοπεδεύεται τῆς πόλεως ἔξω τῶν Ἰοππηνῶν ἀποκλεισάντων αὐτῷ τὰς πύλας· φρουρὰν γὰρ ἔνδον εἶχον ὑπὸ Ἀπολλωνίου κατασταθεῖσαν. 13.92τοῦ δὲ Ἰωνάθου πρὸς πολιορκίαν αὐτῶν παρασκευαζομένου, φοβηθέντες μὴ τὴν πόλιν αὐτῶν ἐξέλῃ κατὰ κράτος ἀνοίγουσιν αὐτῷ τὰς πύλας. δὲ Ἀπολλώνιος ἀκούσας τὴν Ἰόππην κατειλημμένην ὑπὸ τοῦ Ἰωνάθου τρισχιλίους ἱππεῖς παραλαβὼν καὶ πεζοὺς ὀκτακισχιλίους εἰς Ἄζωτον ἦλθεν κἀκεῖθεν ἄρας ἠρέμα καὶ βάδην ἐποιεῖτο τὴν πορείαν, ἐλθὼν δʼ εἰς τὴν Ἰόππην ἀναχωρῶν ἕλκει τὸν Ἰωνάθην εἰς τὸ πεδίον τῇ ἵππῳ καταφρονῶν καὶ τὰς τῆς νίκης ἐλπίδας ἔχων ἐν αὐτῇ. 13.93προελθὼν δʼ Ἰωνάθης ἐδίωκεν εἰς Ἄζωτον τὸν Ἀπολλώνιον. δʼ, ὡς ἐν τῷ πεδίῳ συνέβη γενέσθαι τὸν πολέμιον, ὑποστρέψας εἰς μάχην αὐτῷ συνέβαλεν. 13.94τοῦ δʼ Ἀπολλωνίου χιλίους ἱππεῖς καθίσαντος εἰς ἐνέδραν ἔν τινι χειμάρρῳ, ὡς ἂν κατόπιν ἐπιφανεῖεν τοῖς πολεμίοις, αἰσθόμενος Ἰωνάθης οὐ κατεπλάγη· τάξας δὲ τὴν στρατιὰν ἐν πλινθίῳ κατʼ ἀμφότερα τοὺς πολεμίους ἀμύνασθαι παρεσκευάσατο, καὶ κατὰ πρόσωπον καὶ τοῖς ὄπισθεν ἐπελευσομένοις αὑτὸν ἀντιτάξας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.87 Joseph. AJ 13.92 (English) >>Joseph. AJ 13.97

Powered by PhiloLogic